Ancient Greek · ~33 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 22.1
Not analysed yet
Λοιπὸς δὲ τοῦ περὶ αἰσθήσεων ὁ περὶ ἁρῆς λόγος. ἔστι δὲ καὶ ἡ ἁφὴ ἀντίληψίς τε καὶ κρίσις τῶν ἁπτῶν, ἣ γίνεται τοῦ τὴν ἁπτικὴν δύναμιν ἔχοντος ὁμοιουμένου τῷ ἁπτῷ. ἀμφισβήτησιν δὲ ἔχει, μήποτε οὐ μία αἴσθησίς ἐστιν ἡ φή, ἀλλὰ πλείους καὶ τοσαῦται, ὅσαι καὶ αἱ ἁπταὶ ἐναντιώσεις. δοκεῖ γὰρ ἑκάστη αἴσθησις μιᾶς ἐναντιώσεως εἶναι κριτική, ὄψις μὲν λευκοῦ καὶ μέλανος καὶ τῶν τούτων μεταξύ, ἀκοὴ δὲ βαρέος καὶ ὀξέος καὶ γεῦσις πικροῦ καὶ γλυκέος. ἐν δὲ τοῖς ἁπτοῖς πλείους εἰσὶν ἐναντιώσεις· θερμότης γὰρ καὶ ψυχρότης καὶ ὑγρότης καὶ ξηρότης καὶ σκληρότης καὶ μαλακότης καὶ λειότης καὶ τραχύτης καὶ βαρύτης καὶ κουφότης, ἐναντιώσεις ἕτεραί τε ἀλλήλων καὶ διαφέρουσαι, ὥστ’, εἰ καθ’ ἑκάστην ἐναντίωσίν ἐστί τις ἁφὴ ἰδίως ἐκείνης τῆς ἐναντιώσεως κριτική, εἶεν ἂν πλείους ἁραί. ἢ ἔστι καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων εὑρεῖν πλειόνων ἐναντιώσεων τὴν αὐτὴν αἴσθησιν κριτικήν. ἐν γοῦν φωνῇ οὔσῃ ἀκουστῇ οὐ μόνον ἐστὶν ἐναντίωσις ὀξύτης καὶ βαρύτης, ἀλλὰ καὶ μέγεθος καὶ μικρότης καὶ λειότης καὶ τραχύτης καί τινες ἄλλαι τοιαῦται, ὁμοίως δὲ καὶ περὶ χρῶμα ἔστιν εὑρεῖν διαφορὰς τοιαύτας. ἢ οὐκ εἰσὶν αὗται αἱ ἐναντιώσεις, τὸ μέγεθος καὶ ἡ μικρότης καὶ ἡ λειότης καὶ ἡ τραχύτης, ἴδια αἰσθητὰ φωνῆς. κοινὰ γὰρ ταῦτα αἰσθητά. εἰ δὲ τοῦτο, μένοι ἂν τὸ ἠπορημένον, καὶ ἐκεῖνο δὲ διαφέρον ἔχει τὰ ἁπτὰ πρὸς τὰ ταῖς ἄλλαις αἰσθήσεσιν αἰσθητά, ὅτι ἐκείνων μὲν ἑκάστῃ ἕν τί ἐστι τὸ ὑποκείμενον οἰκεῖον ἔχον ὄνομα (τῇ μὲν γὰρ ἀκοῇ ψόφος τὸ ὑποκείμενον, τῇ δὲ ὄψει χρῶμα. χυμὸς δὲ γεύσει, ὀσφρήσει δὲ ὀσμή), τῇ δὲ ἁφῇ, ὅτι ἓν τὸ ὑποκείμενον, περὶ ὃ αἱ ἀπταί εἰσιν ἐναντιώσεις, οὐκ ἔστι δῆλον. οὐ γάρ ἐστι τὸ ἁπτὸν ὄνομα τοῦ ὑποκειμένου, ἀλλὰ τῆς σχέσεως, ὡς τὸ ὁρατόν, ὡς τὸ ἀκουστόν, ὀνόματα δὲ ἐκείνων μὲν τὸ χρῶμα καὶ ὁ ψόφος, τοῦ δὲ ἀπτοῦ οὐδέν ἐστιν ἂν ὄνομα οἰκεῖον. ἢ οὐδὲ ἐπὶ τῶν ὁρατῶν ἑνὶ οἷόν τε ὀνόματι περιλαβεῖν αὐτά, εἴ γέ ἐστιν ὁρατὰ χρώματα καὶ ὃ λόγῳ μέν ἐστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν, ὡς εἴρηκεν Ἀριστοτέλης· τοιαῦτα γὰρ τὰ σκότους στίλβοντά τε καὶ ὁρώμενα. ἀπορήσαι δ’ ἄν τις καὶ τοῦτο περὶ τῆς φῆς, πότερον ἡ σάρξ ἐστιν ἡ τῶν ἁπτῶν ἀντίλαμβανομένη καὶ τὴν ἁπτι κὴν δύναμιν ἔχουσα ἐν αὐτῇ, ἢ ἐντός τί ἐστιν ἄλλο τὸ τῶν ἁπτῶν ἀντιληπτικόν; οὐ γὰρ ἱκανὸν σημεῖον τοῦ ἐν τῇ σαρκὶ εἶναι τὴν ἁπτικὴν δύναμιν τὸ εὐθὺ τῷ ἅψασθαι τὸ ἁπτὸν τῆς σαρκὸς τὴν αἴσθησιν γίνεσθαι. καὶ γὰρ εἰ ὑμένα τις ἔξωθεν περιτείνειεν τῇ σαρκί, εὐθὺς ἂν ἁψαμένῳ ἡ αἴσθησις γίνοιτο, καίτοι οὐκ ὄντος τοῦ ὑμένος μέρους τῆς σαρκὸς οὐδὲ ἔχοντος δύναμιν ἀντιληπτικήν. ἔτι δ’ ἂν μᾶλλον εὐθὺς αἰσθανοίμεθα διὰ τοῦ ὑμένος, εἰ συμφυὴς ἡμῖν οὖτος ὁ ὑμὴν γένοιτο, ὥσπερ ἐστὶ καὶ ἡ σὰρξ συμφυής. ὥστ’ οὐ δόξει ἱκανὸν σημεῖον εἶναι τοῦ εἶναι τὴν σάρκα τὴν αἰσθανομένην τὸ εὐθὺς αὐτῇ ἁψαμένου τινὸς αἰσθάνεσθαι. μήποτ’ οὖν ἀληθέστερον μήτε ἐν τῇ σαρκὶ λέγειν τὴν αἴσθησιν εἶναι τὴν ἁπτικήν, μήτ’ αὖ μέσην οὕτως εἶναι τὴν σάρκα ὡς τὸν ἀέρα ἢ τὸ ὕδωρ, ἀλλ’ εἶναι τὴν μὲν σάρκα τὸ αἰσθητήριον ἀνάλογον οὖσαν τοῖς τε ὠσὶ καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ ῥινί, ἔνδον δὲ εἶναι τὸ τὴν αἰσθητικὴν δύναμιν ἔχον σῶμα τῶν ἁπτῶν, τὸ αὐτὸ κατὰ τὸ ὑποκείμενον ἐν πάσαις ὂν ταῖς αἰσθήσεσιν. ὥσπερ γὰρ ἐπ’ ἐκείνων ἡ αἴσθησις ἐγίνετο πάσχοντός τι ὑπὸ τοῦ αἰσθητηρίου (τοῦ⟩ ἐν ᾧ πρώτῳ τὸ αἰσθητικόν, οὕτως δὲ καὶ ὑπὸ τῆς σαρκὸς πάσχον τι τῶν ἐν ἡμῖν αἴτιον τῆς αἰσθήσεως γίνεται. ἀλλ’ ἡ μὲν σὰρξ ὑπὸ τοῦ αἰσθητοῦ πάσχει ἁπτομένου αὐτῆς, ὁ δὲ ὀφθαλμὸς οὐχ ἁπτόμενος αὐτὸς τοῦ αἰσθητοῦ πάσχει, ἀλλὰ διὰ τοῦ μεταξὺ διαφανοῦς. ὁμοίως δὲ καὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη. ἅμα δὲ τῷ τῆς σαρκὸς πάθει ἡ κατὰ τὴν φῆν αἴσθησις, ὡς καὶ ἅμα τῷ τῶν ὀφθαλμῶν ὑπὸ τοῦ διαφανοῦς πάθει ἡ ὄψις. ἅμα γὰρ τῷ πάθει τῶν ὀργάνων ἡ αἴσθησις. οὐκ εἰ τῆς σαρκὸς δὲ παθούσης ὑπ’ αὐτοῦ τοῦ αἰσθητοῦ ἡ κατὰ τὴν ἁφὴν αἴσθησις, ἤδη γίνεται αὐτῷ τῷ αἰσθητικῷ ἐπιτιθέμενα τὰ ἁπτὰ ἐν τῇ αἰσθήσει. κεῖται γὰρ τὸ μὴ εἶναι ἐν τῇ σαρκὶ τὴν αἰσθητικὴν δύναμιν, ἀλλ’ εἶναι ταύτην ὄργανον, διαφέροι δ’ ἂν ὅτι ἐπὶ μὲν τῶν ἄλλων αἰσθήσεων οὐδὲ τοῖς αἰσθητικοῖς ὀργάνοις ἐπιτιθεμένων τῶν αἰσθητῶν ἡ αἴσθησις ἐγίνετο (ἐδεῖτο γάρ τινος ἄλλου μεταξύ), ἐπὶ δὲ τῆς φῆς αὐτῷ μὲν τῷ αἰσθητικῷ οὐχ οἷόν τε ἐπιτίθεσθαι τὰ ἁπτά, τῷ μέντοι ὀργάνῳ τῇ σαρκὶ ἐπιτιθεμένων ἡ αἴσθησις γίνεται, ὅτι μηδενὸς ἥδε ἡ αἴσθησις ἐδεῖτο ἄλλου μεταξύ. ἢ ἐστί τι καὶ ἐπὶ τῆς ἁρῆς ἄλλο παρὰ τὴν σάρκα τὸ αἰσθητήριον, ἀνάλογον ὂν τῷ ὀφθαλμῷ τῷ τῆς ὄψεως αἰσθητηρίῳ: δοκεῖ γάρ τι τοιοῦτον ὑπ’ Ἀριστοτέλους λέγεσθαι. τοῦ δὲ τὸ μεταξύ, δι’ οὖ μέσου ἡ τῶν ἁπτῶν ἀντίληψις γίνεται, ἐπὶ μὲν τῆς ἁφῆς προσπεφυκέναι τῷ αἰσθανομένῳ (τοιοῦτον γὰρ ἡ σάρξ), ἐπὶ δὲ τῶν ἄλλων αἰσθήσεων ἐκτὸς εἶναι κεχωρισμένον, αἴτιον ἂν εἴη, ὅτι ἐπὶ μὲν ἐκείνων τὰ ἐκείναις αἰσθητὰ ταῖς αἰσθήσεσιν κινητικά ἐστι μεταξύ τινος κεχωρισμένου σώματος (αὐτοῖς γοῦν τοῖς αἰσθητηρίοις ἐπιτιθέμενα οὐκ ἔστιν αὐτῶν κινητικά, καίτοι συγγενῶν ὄντων τῶν αἰσθητηρίων τοῖς ἐκτός, δι’ ὧν ἡ ἀπὸ τῶν αἰσθητῶν κίνησις ἐν αὐτοῖς γίνεται), τὰ δὲ τῇ ἁφῇ αἰσθητὰ αὐτοῦ τοῦ αἰσθητηρίου τοῦ συμφυοῦς ἡμῖν ἐστι κινητικά. ταύτης δὲ τῆς διαφορᾶς πάλιν αἴτιον, ὅτι ἔδει μὲν τὰ τελειότερα τῶν ζῴων μὴ μόνων αἰσθάνεσθαι τῶν παρόντων τε καὶ πτομένων αὐτῶν, ἀλλὰ καὶ τῶν ἀφεστώτων. τῶν μὲν οὖν παρόντων ἡ ἁρὴ ἀντιληπτική, τῶν δὲ ἀφεστώτων οὐκέτι δι’ ἁφῆς ἡ ἀντίληψις. παρῆν γὰρ ἂν καὶ ταῦτα. τὸ γὰρ ἅπτεσθαι παρόντων. διά τινος οὖν μεταξὺ ἡ ἀπὸ τούτων κίνησις. οὕτως γὰρ μόνως οἷόν τε ἦν τῶν μὴ παρόντων αἰσθάνεσθαι. ἔτι δὲ δι’ ὧν ἐκείνων αἱ αἰσθήσεις γίνονται ἀδύνατον ἐκ τούτων τὸ τοῦ ζῴου σῶμα συνεστάναι. δι’ ἁπλῶν γὰρ αἱ ἐκείνων ἀντιλήψεις. ἢ γὰρ δι’ ὕδατος ἢ δι’ ἀέρος, καὶ οὐχ οἶόν τε ἄλλως, ὡς ἐν τῷ περὶ αἰσθήσεως τε καὶ αἰσθητῶν δέδεικται. οὔτε δὲ ἐξ ἀέρος οὔτε ἐξ ὕδατος οἷόν τέ τι ζῷον εἶναι· στερεὸν γὰρ τὸ τοῦ ζῴου σῶμα καὶ μικτὸν καὶ τοιοῦτον ὁποῖόν ἐστιν ἡ σὰρξ ἢ τὸ ἀνάλογον τῇ σαρκί. ἡ δὲ τῶν ἁπτῶμ ἀντίληψις διὰ τοιούτου σώματος γίνεται. ἀπταὶ μὲν οὖν εἰσιν αἱ τῶν σωμάτων σώματα διαφοραί. αὗται δέ εἰσι ξηρότητες καὶ ὑγρότητες, θερμότητες, ψυχρότητες. ταύταις γὰρ ὁρίζεται τὰ πρῶτα σώματα. καὶ αἱ ἄλλαι δὲ αἱ ἁπταὶ ἐναντιώσεις εἰς πρώτας ταύτας ἂν ἀνάγοιντο, ὡς ἐν τοῖς περὶ γενέσεως καὶ φθοῥᾶς Ἀριστοτέλης ἔδειξεν. τὸ δ’ αἰσθητήριον αὐτῶν, ἐν ᾧ ἡ δύναμις αὕτη, τὸ μόριόν ἐστιν, ὃ τῷ τὴν τοιαύτην ἔχειν δύναμιν οἶόν τέ ἐστι διὰ τοῦ ὁμοιοῦσθαι αὐτοῖς τὴν ἀντίληψιν αὐτῶν ποιεῖσθαι. ἐπεὶ δὲ διὰ τοῦ πάσχειν καὶ ἡ φή, ἀπαθὲς δὲ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, δεῖ δέ τινας τῶν ἁπτῶν ἐναντιώσεων ἔχειν τὸ ἁπτικὸν σῶμα ὄν γε σῶμα, τῶν μὲν ὁμοίως ἐχόντων αὐτῷ τῶν ἁπτῶν τινας ἐναντιώσεων οὐκ αἰσθάνεται, τῶν δὲ ἐλλειπόντων ἢ ὑπερβαλλόντων. ἤδη γὰρ ὑπὸ τούτων ὡς ὑπὸ ἀνομοίων πείσεταί τε καὶ ἀλλοιωθήσεται. διὸ καὶ εὐλόγως ἄν τις μεσότητα τὴν αἴσθησιν λέγοι τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως· τὸ γὰρ μέσον ἑκατέρου τῶν ἄκρων κριτικὸν γινόμενον πρὸς ἑκάτερον αὐτῶν τὸ ἕτερον τῶν ἄκρων καὶ ἐναντίον, καὶ διὰ τοῦτο μεταβάλλον εἰς αὐτό. εἰς γὰρ τὰ ἐναντία ἡ μεταβολή. ἐπὶ μὲν οὖν τῆς ἁφῆς τοῦτο ἀναγκαῖον, ἐπὶ δὲ τῶν ἄλλων οὐχ ὁμοίως τῷ μηκέτι τὰ ἐκείνων αἰσθητήρια ἐξ ἀνάγκης ἔχειν ἐν τῇ οὐσίᾳ τούτων τι, ὧν ἐστι διακονητικά τε καὶ μηνυτικά. οὔτε γὰρ τὴν κόρην ὕδατος οὖσαν ἀναγκαῖον ἔχειν οἰκεῖόν τι χρῶμα, οὔτε τὴν ἀκοὴν ἀέρος πάλιν οὖσαν ἀναγκαῖον εἶναι μετὰ ψόφου, ἀλλ’ οὐδὲ τὴν ὄσφρησιν ἀνάγκη σύμφυτον ἔχειν ὀσμήν τινα. εἰ δὲ καὶ αὗται ἔχοιέν τινα ἐν αὐταῖς ὧν ἀντιλαμβάνονται, εἶεν ἂν μεσότητες καὶ αὗται ὁμοίως τῇ ἁφῇ. τῶν μὲν γὰρ ὁμοίων οἷς ἔχουσιν οὐκ ἀντιλήψονται, ἀντιλήψονται δὲ τῶν ὑπερβολῶν τε αὐτῶν καὶ ἐνδειῶν. τῶν δὲ αἰσθήσεων ἀναγκαιοτάτη ἡ ἁρή τε καὶ γεῦσις. οὐ γὰρ οἰόν τε ἄνευ τούτων ζῷον εἶναι. αἱ δ’ ἄλλαι οὐχ οὕτως εἰς τὸ εἶναι ὡς εἰς τὸ πῶς εἶναι συντελοῦσι τοῖς ἔχουσιν αὐτάς. δῆλον δὲ ἐκ τε τοῦ πολλὰ τῶν ζῴων μὴ ἔχειν τούτων τινὰ τῶν αἰσθήσεων, καὶ ἐκ τοῦ καὶ τὰ ἔχοντα αὐτὰς στερηθέντα αὐτῶν ζῆν δύνασθαι.