Ancient Greek · ~13 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 4.1
Not analysed yet
Ὅτι γὰρ εἶδος ἡ ψυχή, καὶ ὧδε ἂν δεικνύοιτο. ὁμολογεῖται τὸ ζῷον ἐκ ψυχῆς εἶναι καὶ σώματος. ἔκ τινων δὲ εἶναί τι λέγεται ἤτοι ὡς ἐκ μερῶν σωζομένων ἐν τῷ ὅλῳ καὶ τοιούτων, εἰς ἃ καὶ διαιρεῖται, ὡς τὴν οἰκίαν λέγομεν ἐκ πλίνθων, ἢ ὡς τὸ κεκραμένον ἔκ τινων, ὡς τὸ μελίκρατον (τοῦτο γὰρ ἐξ ὕδατος καὶ μέλιτος εἶναί φαμεν, εἰς ἃ οὐκέτι τὸ μέλικρατον διαιρεῖται τῷ μήτε σώζεσθαί τι αὐτῶν μήτε μετὰ τὴν κρᾶσιν ἔτι τὴν αὐτῶν φυλάσσειν φύσιν), ἢ ὡς ἐξ ὕλης τε καὶ εἴδους, ὡς τὸν ἀνδριάντα λέγομεν ἐκ χαλκοῦ τε καὶ σχήματος. κατὰ τούτους δὴ τοὺς τρόπους τοῦ ἔκ τινων εἶναι λεγομένου καὶ τὸ ζῷον ἂν ἐκ ψυχῆς καὶ σώματος εἴη κατά τινα τούτων τῶν τρόπων. ἀλλ’ οὔτε κατὰ τὸν πρῶτον οἷόν τε (παράθεσις γὰρ ἔσται ψυχῆς τε καὶ σώματος, οὕτως δὲ οὐκέτ’ ἂν εἴη τὸ σῶμα διόλου ἔμψυχον, ἔσται τε εἰ οὕτως ἔχοι οὐκ εἰς τὸ ποιόν, ἀλλ’ εἰς τὸ ποσὸν ἡ ψυχὴ τῷ ζῴῳ συντελοῦσα), ἀλλ’ οὐδὲ κατὰ τὸν δεύτερον. οὐ γὰρ φθειρομένης τῆς ψυχῆς τε καὶ τοῦ σώματος ἡ τοῦ ζῴου γένεσις ὡς τῶν γινομένων ἐκ κράσεως τινων. λείπεται τοίνυν οὕτω λέγειν συγκεῖσθαι τὸ ζῷον ἐκ ψυχῆς τε καὶ σώματος, ὡς ἐξ ὕλης καὶ εἴδους. ὅτι δὲ εἰδος ἡ ψυχὴ τοῦ σώματος καὶ οὐκ οὐσία τις αὐτὴ καθ’ αὑτήν, μάθοι τις ἂν καὶ ἀπὸ τῶν ἐνεργειῶν αὐτῆς. οὐ γὰρ οἷόν τε ἐνέργειάν τινα ψυχικὴν γενέσθαι χωρὶς σωματικῆς κινήσεως, ὥσπερ οὐδὲ κατὰ τὰς φυσικὰς ῥοπὰς φοράν, ὡς τοῦ σώματος ἐνεργοῦντος αὐτὰς κατὰ τὴν δύναμιν τὴν ἐν αὐτῷ. τό τε γὰρ τρέφεσθαί τε καὶ αὔξεσθαι καὶ γεννᾶν οἷον αὐτὸ γίνεται μὲν κατὰ δύναμιν ψυχικήν, αἱ δὲ κινήσεις τοῦ σώματος. ἀλλὰ καὶ αἰσθάνεται τὸ ζῷον διὰ τῶν αἰσθητηρίων σωμάτων ὄντων, αἵ τε ὀρέξεις αὐταὶ φανερῶς κινουμένου τινὸς γίνονται σώματος. αἵ τε γὰρ ἐπιθυμίαι καὶ οἱ θυμοί τε καὶ ὀργαὶ ἐν τοῖς ζῴοις τοῦτον γίνονται τὸν τρόπον. ἀλλὰ καὶ ἐν τοῖς φόβοις τοῦ σώματος ἡ ἀλλοίωσίς τε καὶ συστολή. καὶ ἡ φαντασία δὲ διὰ σώματος, εἴ γε ἤρτηται τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ὡς δειχθήσεται. ὅτι δὲ καὶ ἐν ταῖς ὁρμαῖς σῶμά ἐστι τὸ κινούμενον, οὐδεὶς ἂν ἀντείποι. καὶ τὸ φρονεῖν δέ, εἰ μὴ ἄνευ φαντασίας γίνεται, καὶ αὐτὸ ἂν εἴη γινόμενον διὰ σώματος. εἰ δὲ μηδεμίαν οἷόν τε ψυχῆς ἐνέργειαν χωρὶς σωματικῆς λαβεῖν κινήσεως, δῆλον ὡς τοῦ σώματός ἐστί τι καὶ ἀχώριστος αὐτοῦ. μάτην γὰρ ἂν εἴη χωριστὴ μηδεμίαν τῶν οἰκείων ἐνεργειῶν καθ’ αὐτὴν ἐνεργῆσαι δυναμένη. δηλοῖ δὲ τὸ εἶδος αὐτὴν εἶναι τοῦ σώματος καὶ τὸ κατὰ τὰς τοῦ σώματος ἐπιτηδειότητας καὶ τὰς κατ’ αὐτὴν κινήσεις γίνεσθαι. ποτὲ μὲν γὰρ ἰσχυρῶν ὄντων τῶν ἐκτὸς αἰτίων, ἃ ἢ ὀργὴν ἢ φόβον ἢ ἐπιθυμίαν ἤ τι τοιοῦτο πάθος ἄλλο κινεῖν οἶά τε, ἢ οὐδὲν πάσχομεν παντάπασιν ἢ ἐπιπολαίως τε καὶ πρὸς ὀλίγον, ποτὲ δὲ μικρῶν καὶ τῶν τυχόντων τῶν ἐκτὸς ὄντων ὑπερβάλλομεν τοῖς πάθεσιν, ὅταν ὀργᾷ τε καὶ προπαρεσκευασμένον καὶ ἐπιτήδειον πρὸς τὸ πάθος τὸ σῶμα ἢ διά τινα ἔνδειαν ἢ διὰ πλῆθος ἢ διὰ χυμῶν τινων παράθεσιν. καὶ γὰρ ὀργιζόμεθα ῥᾷον χολῆς πλεοναζούσης καὶ φοβούμεθα καὶ λυπούμεθα πολλάκις ἐπὶ τοῖς τυχοῦσιν τῷ τὸ σῶμα ἡμῶν οὕτω πως ἔχειν.