Ancient Greek · ~32 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 5.1
Not analysed yet
Δεικνύοιτο δ᾿ ἂν εἶδος οὖσα ἡ ψυχὴ τοῦ σώματος καὶ διὰ τοῦ εἶναι μὲν αὐτὴν ἐν τῷ σώματι τοῦ ζῴου πρὸς πάντων ὁμολογεῖσθαι, πλεοναχῶς δὲ τοῦ εἶναι ἔν τινι λεγομένου κατὰ μηδὲν ἄλλο σημαινόμενον τοῦ ἔν τινι τῷ σώματι τὴν ψυχὴν εἶναι δύνασθαι. ἔν τινι γάρ τι εἶναι λέγεται ἢ ὡς εἶδος ἐν γένει, ὡς ἄνθρωπος ἐν τῷ ζῴῳ, ἢ ὡς γένος ἐν εἴδεσιν, ὡς τὸ ζῷον ἐν πτηνῷ καὶ πεζῷ καὶ ἐνύδρῳ (ἐν γὰρ τοῖς ἐκ τοῦ γένους ἀντιδιαιρουμένοις ἀλλήλοις εἴδεσιν τὸ εἶναι τῷ εἰς αὐτὰ διαιρουμένῳ γένει), ἢ ὡς μέρος ἐν ὅλῳ, ὡς ἡ χεὶρ ἐν τῷ σώματι, ἢ ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν· ὅλον γὰρ τὸ τοῦ ἀνθρώπου σῶμα εἶναι λέγεται ἐν κεφαλῇ καὶ τραχήλῳ καὶ θώρακι καὶ τοῖς ἄλλοις, μεθ’ ὧν τὸ ὅλον ἀναπληροῦται σῶμα. ἔστι τι ἔν τινι καὶ ὡς ἐν ἀγγείῳ καὶ ὡς ἐν τόπῳ, ὡς λέγομεν Δίωνα ἐν ἀγορῇ εἶναι καὶ τὸν οἶνον ἐν τῷ κεραμίῳ. καὶ τὰ συμβεβηκότα δέ τισιν ἐν ἐκείνοις εἶναι λέγεται, ὡς τὸ λευκὸν ἐν τῷ λευκῷ σώματι λέγεται, καὶ τὰ κεκραμένα ἐν τῷ ἐξ αὐτῶν εἶναι κράματι, ὡς ἐν τῷ οἰνομέλιτι τό τε μέλι καὶ ὁ οἶνος. παρὰ τοὺς εἰρημένους τρόπους ἔν τινι εἶναι λέγεται καὶ ὡς εἶδος ἐν ὕλῃ. καθ’ ὃ γάρ τι ἔκ τινων ὃν αὐτὸ τὸ εἶναι ἔχει, τοῦτ’ ἔστι ὡς εἶδος ἐν ὕλῃ τῷ λοιπῷ. οὕτως ἔχει τὸ μὲν τοιόνδε σχῆμα ἐν τῷ ἀνδριάντι ὄντι ἐκ χαλκοῦ τε καὶ σχήματος, ἡ δὲ βαρύτης ἐν τῇ γῇ οὔσῃ ἐξ ὕλης τε καὶ ταύτης. κατὰ τούτους δὴ τοὺς τρόπους τοῦ ἔν τινι λεγομένου (ὁ γὰρ κυβερνήτης ἐν τῇ νηῒ κατά τινα τῶν προειρημένων ἂν εἴη τρόπον), ἡ ψυχὴ ἐν τῷ σώματι οὖσα οὔτε ὡς μέρος οὖσα αὐτοῦ ἐστιν ἐν αὐτῷ (σῶμά τε γὰρ ἂν εἴη, σῶμα γὰρ τὸ τοῦ σώματος μέρος, καὶ εἰς τὸ ποσὸν ἄν, οὐκ εἰς τὸ ποιὸν τῷ ζῴῳ συντελοῖ· ἔτι τε οὐκ ἂν ἦν πᾶν ἔμψυχον τὸ σῶμα, ἀλλὰ ἑκάτερον αὐτῶν τοῦ ἑτέρου κεχώριστο, εἰ μὴ σῶμα διὰ σώματος οἷόν τε χωρεῖν τε καὶ διιέναι, οὖ οὐδὲ ἐπίνοιαν σχεῖν ῥᾴδιον), ἀλλ’ οὐδὲ ὅλον μέν τι ἡ ψυχή, μέρη δὲ τῆς ψυχῆς τὰ μέρη τοῦ σώματος, ὡς εἶναι τὴν ψυχὴν ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν τοῖς αὐτοῦ. ἀλλ’ οὐδὲ ὡς εἶδος ἐν γένει ἐν τῷ σώματι ἡ ψυχή. οὐ γὰρ γένος τὸ σῶμα τῆς ψυχῆς ἐν ὥ ἐστιν· ἑκάτερον γὰρ αὐτῶν ἕν τι κατ’ ἀριθμόν, τὰ δὲ γένη τε καὶ εἴδη κοινά τε καὶ καθόλου· ἔτι τε σῶμα ἂν ἡ ψυχὴ εἴη. ἀλλ’ οὐδὲ ὡς τὸ γένος ἐν τοῖς εἴδεσιν ἐν τῷ σώματι ἡ ψυχὴ διά τε τὴν προειρημένην αἰτίαν καὶ ὅτι, εἰ ἡ ψυχὴ γένος τοῦ σώματος λέγεται, πᾶν σῶμα ψυχή, ὡς πᾶς ἄνθρωπος ζῷον. ἀλλ’ οὐδὲ τόπος τὸ σῶμα τῆς ψυχῆς· σῶμά τε γὰρ ἂν ἡ ψυχὴ εἴη (πᾶν γὰρ τὸ καθ’ αὐτὸ ἐν τόπῳ σῶμα) καὶ ἔτι τὸ σῶμα τόπος ἔσται. οὕτως γὰρ ἔσται τὸ σῶμα ἢ διάστημά τι κενὸν ἢ πέρας τοῦ περιέχοντος· αὖται γὰρ αἱ περὶ τόπου δόξαι. ἔτι τῷ μὲν τόπῳ οὐδὲν τὸ ὂν ἐν αὐτῷ συντελεῖ πρὸς τὸ εἶναι τοιῷδε, τὸ δὲ ἔμψυχον σῶμα παρὰ τῆς ψυχῆς ἔχει τὰς διαφορὰς τὰς πρὸς τὰ ἄλλα σώματα. οὐδ’ ὡς ἐν ἀγγείῳ δ’ ἂν εἴη· καὶ γὰρ τὸ ἀγγεῖον τόπος τοῦ ἐν αὐτῷ, διάφορον τοῦ τόπου μόνῳ τῷ συμμεταφέρεσθαι τοῖς ἐν αὐτῷ. ἀλλ’ οὐδ’ ὡς ἐν ὑποκειμένῳ τε καὶ ὡς συμβεβηκὸς ἐν τῷ σώματι ἡ ψυχή· οὐσία μὲν γὰρ ἡ ψυχὴ καὶ τῶν ἐναντίων ἐπιδεκτική· οὐδὲν δὲ συμβεβηκὸς οὐσία· ἔτι τε τὸ μὲν ἐν ὑποκειμένῳ τινὶ οὐκ ἔστι τῷ ὑποκειμένῳ αὐτῷ αἴτιον τοῦ εἶναι· δύναται γὰρ καὶ χωρὶς τούτου εἶναι τὸ ὑποκείμενον αὐτῷ· τῷ δὲ ὀργανικῷ σώματι, ἐν ἐστιν ἡ ψυχή, τὸ εἶναι ὀργανικῷ παρὰ τῆς ψυχῆς. ἀλλ’ οὐδὲ ὡς ἐν τῷ κεκραμένῳ τὰ ἐξ ὧν κέκραται ἐν τῷ σώματι ἡ ψυχή. οὐδὲν γὰρ τῶν οὕτως ὄντων ἔν τινι ἔτι σώζει τὴν αὐτοῦ φύσιν· οὔτε γὰρ ὁ οἶνος οὔτε τὸ μέλι ἐν τῷ οἰνομέλιτι σώζεται, ἡ δὲ ψυχὴ καὶ τὸ σῶμα ἀμφότερα ἐν τῷ ζῴῳ μένει· ἔτι πᾶσα κρᾶσις σωμάτων, ὥστε εἴη ἂν καὶ ἡ ψυχὴ σῶμά τι. ἀλλ’ οὐδὲ ὡς ὁ κυβερνήτης ἐν τῇ νηἶ οὕτως οἷόν τε εἶναι τὴν ψυχὴν ἐν τῷ σώματι. εἰ μὲν γὰρ τὸν κυβερνήτην οὕτως λαμβάνοι τις ὡς τὴν τέχνην τὴν κυβερνητικήν, εἴη ἂν ὡς ἕξις τις καὶ εἶδος ἐν ὕλῃ ἡ ψυχὴ ἐν τῷ σώματι (οὕτως γὰρ αἱ ἕξεις εἰσὶν ἐν τοῖς ὧν εἰσιν ἕξεις· ἀσώματοί τε γάρ εἰσι καὶ ἀχώριστοι τῶν ἐν οἷς εἰσιν), εἰ δ’ ὡς αὐτὸν τὸν κυβερνήτην τὸν ἔχοντα τὴν ἕξιν, σῶμά τε ἔσται ἡ ψυχή (καὶ γὰρ ὁ κυβερνήτης μετὰ σώματος), καὶ ἔσται ἔν τινι μέρει τοῦ σώματος ἀποκεκριμένῳ ὡς ἐν τόπῳ, οὐκ ἔσται τε πᾶν τὸ σῶμα ψυχὴν ἔχον οὐδὲ συμπαθὲς ἑαυτῷ οὐδὲ ἔχον συναίσθησιν· ἔτι τε βίᾳ ἂν κινῴη τὸ σῶμα, δύναιτό τε ἂν οὖσα ἡ ψυχὴ τοιαύτη καὶ χωριζομένη τοῦ σώματος εἰσιέναι πάλιν εἰς αὐτό, ὡς τὸ αὐτὸ σῶμα ποτὲ μὲν ἔμψυχον εἶναι, ποτὲ δὲ μή. τίς τε ἡ αἰτία, δι’ ἣν τοιοῦτόν τι οὖσα ἡ ψυχὴ εἴσεισιν εἰς τὸ σῶμα, καὶ τίς τῆς εἰσόδου τρόπος; καὶ τί τοῦ συμμένειν αἴτιον, καὶ πολὺ πρότερον ἔτι τίς ἡ οὐσία αὐτῆς καὶ ἡ φύσις; εἴ τέ ἐστιν ἡ ψυχὴ ὡς ὁ κυβερνήτης, οὐχ ὡς ἡ κυβερνητική, εἴη ἂν καὶ αὐτὴ ἐξ ὕλης καὶ εἴδους τινός, ὃ εἶδος εἴη ἂν ἡ ψυχή. εἴ γε παρ’ οὗ τὸ εἶναι κυβερνήτῃ αὐτῇ, παρὰ τούτου καὶ τὸ εἶναι ψυχῇ· κατὰ γὰρ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι τοῦτο ὅ ἐστι· παρὰ δὲ τοῦ εἴδους, οὐ παρὰ τῆς ὕλης τῷ κυβερνήτῃ τὸ κυβερνήτῃ εἶναι. εἰ δὲ κατὰ μηδένα τῶν προειρημένων τρόπων οἷόν τε εἶναι τὴν ψυχὴν ἐν τῷ σώματι, λείποιτ’ ἂν τὸ εἶναι αὐτὴν ἐν αὐτῷ ὡς εἶδος, εἴ γε εἶδος μὲν ἑκάστου, καθ’ ὅ ἐστι τοῦτο ὅ ἐστι, κατὰ δὲ τὴν ψυχὴν τὸ ζῷον ζῷόν ἐστι. ἐπεὶ τοίνυν ἡ ψυχὴ εἶδός τε ἐστιν, ὡς δέδεικται, καὶ εἶδος ἔνυλον (σώματος γάρ, καὶ σώματος φυσικοῦ· οὐ γὰρ τεχνικοῦ, ὡς τὸ τοῦ ἀνδριάντος· καὶ φυσικοῦ οὐχ πλοῦ ὡς τὸ τοῦ πυρός, ἀλλὰ συνθέτου τε καὶ ὀργανικοῦ), τὸ δὲ εἶδος, οὗ ἐστιν εἶδος, ἐδείχθη καὶ τελειότης ὄν, ἔθος δὲ Ἀριστοτέλει τὴν τελειότητα καὶ ἐντελέχειαν λέγειν, ὡς τοῦ ἐν τῷ τέλει εἶναι τὸ πρᾶγμα οὖ ἐστιν οὖσαν αἰτίαν, εἰκότως αὐτῆς ἀπέδωκε τοιοῦτον τὸν λόγον· ἐντελέχεια ἡ πρώτη. διττὴ γὰρ ἦν ἡ τελειότης, ἡ μὲν ἕξις τε καὶ δύναμις, ἡ δὲ ἀπὸ τῆς δυνάμεως ἐνέργεια, ὧν ἡ δύναμις ἦν πρώτη καὶ τὸ εἶδος ἦν ἡ κατὰ τὴν δύναμιν τελειότης. ἐντελέχεια οὖν ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ. ἔστι γὰρ ὀργανικὸν σῶμα τὸ ἔχον πλείω τε καὶ διαφέροντα μέρη ψυχικαῖς δυνάμεσιν ὑπηρετεῖσθαι δυνάμενα. διὸ τὸ ὀργανικὸν σῶμα καὶ δυνάμει ζωὴν ἔχειν λέγει, τῷ δυνάμει ζωὴν ἔχον ἀντὶ τοῦ δυναμένου κατ’ ἐνέργειαν ζῆν χρώμενος. τὸ γὰρ ἤδη τὴν τέλειον ψυχὴν ἔχον πολλὰ κατ’ αὐτὴν δύναται ποιεῖν τε καὶ πάσχειν, τρέφεσθαι, αὔξεσθαι, γεννᾶν, αἰσθάνεσθαι, ὀρέγεσθαι, διανοεῖσθαι, λέγειν, πράττειν, ὑγιαίνειν, νοσεῖν. ἔμψυχα γὰρ οὐδὲν ἧττον, κἂν μὴ ἐνεργῇ μέν, δύνηται δέ, καὶ ἔστι τὸ δυνάμει, τὸ προσκείμενον, τῆς πρώτης ἐντελεχείας δηλωτικόν. καὶ αὕτη μὲν ἡ τῆς ψυχῆς οὐσία, ὡς ἑνὶ λόγῳ περιλαβεῖν πλείους ψυχὰς οὔτε ὁμοειδεῖς ἀλλήλαις τάξιν τε ἐχούσας πρὸς ἀλλήλας, ὡς εἶναι τὴν μέν τινα αὐτῶν ἀτελεστέραν τε καὶ πρώτην, τὴν δὲ μετὰ ταύτην τελειοτέραν ἐκείνης τῷ πρὸς ἐκείναις καὶ ἄλλην δύναμίν τινα προσειληφέναι, καὶ μετὰ ταύτην τρίτην τινὰ πάλιν πρὸς ἐκείναις ταῖς δυνάμεσιν καὶ ἄλλας τινὰς δυνάμεις ἔχουσαν. οὐ γὰρ οἷόν τε τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα σαφῆ τὸν κοινὸν εἶναι λόγον τῷ δεῖν μὲν τὸν ὁρισμόν τινων κατὰ πάντων αὐτῶν κατηγορεῖσθαι, μὴ δύνασθαι δὲ ἐν τῷ τοιούτῳ λόγῳ διασημαίνεσθαί τι τῶν τελειοτέρων ἐν αὐτοῖς. οὐκέτι γὰρ ἂν τὰ ἀτελέστερα ἐν τῷ ὁρισμῷ περιλαμβάνοιτο. δι’ ἣν αἰτίαν καὶ ὁ τῆς ψυχῆς κοινὸς λόγος ἁπλούστερός τε καὶ κοινότερος ὢν οὐδεμιᾶς τῶν μάλιστα δοκουσῶν εἶναι ψυχικῶν δυνάμεών ἐστιν ἐνδεικτικός. ἀπὸ γάρ τινος κοινῶς πάσαις αὐταῖς ὑπάρχοντος ὁ τοιοῦτος λόγος. |