Ancient Greek · ~19 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 6.1
Not analysed yet
Εἰ δέ ἐστιν εἶδος ἡ ψυχή, ὡς δέδεικτι, ἀναγκαῖον αὐτὴν ἀχώριστόν τε εἶναι τοῦ σώματος οὗ ἐστιν καὶ ἀσώματον καὶ ἀκίνητον καθ’ αὑτήν. πᾶν γὰρ εἶδος τοιοῦτον. τὸ μὲν γὰρ σῶμα συναμφότερόν τε καὶ ὑφεστὸς καθ’ αὑτό, τὸ δὲ εἶδος ἄλλου ὂν (τοιοῦτον γὰρ ἡ ἐντελέχειά τε καὶ τελειότης) οὐχ οἶόν τε ἄνευ ἐκείνου οὗ ἐστιν εἶναι, ὡς οὐδὲ τὸ πέρας χωρὶς τοῦ οὖ πέρας ἐστί, ὥστ’ οὐδὲ τὴν ψυχὴν οἷόν τε εἶναι χωρισθῆναι καὶ καθ’ αὐτὴν ὑφεστάναι. οὐδὲ σῶμα ἄρα. ἀλλ’ οὐδὲ κατὰ τοὺς λέγοντας, πᾶν σῶμα, ἢ ὕλην ἢ ἐξ ὕλης, εἶναι (ὡς τοῖς ἀπὸ τῆς Στοᾶς δοκεῖ) εἴη ἂν τὸ εἶδος σῶμα. οὔτε γὰρ ὕλη τὸ εἶδος (ἡ μὲν γὰρ ἄποιος, τὸ δὲ ποιότης τις), οὔτε ἐξ ὕλης· εἰ γὰρ εἴη τὸ εἶδος ἐξ ὕλης καὶ εἴδους, πρῶτον μὲν ἔσται ταὐτὸν τὸ ἕτερον τῷ συναμφοτέρῳ, ἔπειτα εἰς ἄπειρον προελεύσεται, εἴ γε τὸ μὲν εἶδος ἐξ ὕλης τε καὶ εἴδους, πάλιν δὲ ἐκεῖνο τὸ εἶδος ὕλης τε καὶ εἴδους δεήσεται. εἰ γὰρ οὕτως λέγοιεν τὸ εἶδος ἐξ ὕλης τε καὶ εἴδους, οὐχ ὡς ἐξ ἄλλου τινὸς εἴδους, ἀλλ’ ὡς αὐτοῦ σὺν ὕλῃ τὸ εἶναι ἔχοντος, οὐδ’ ἂν ἡ ὕλη κατ’ αὐτοὺς ἄποιος εἴη κατὰ τὸν αὑτῆς λόγον· καὶ γὰρ αὕτη πρὸς τὸ εἶναι εἴδους τινὸς δεῖται καὶ ποιότητος. εἰ δὲ ταύτην καίτοι μὴ δυναμένην ὑποστῆναι χωρὶς ποιότητος ἄποιον λέγουσιν, ὅτι ἐν τῇ οἰκείᾳ φύσει αὐτῆς οὐκ ἔστιν ἡ ποιότης, καὶ τὸ εἶδος ἂν καὶ ἡ ποιότης κατὰ τὸν αὐτὸν λόγον χωρὶς ὕλης εἶεν, εἰ καὶ μεθ’ ὕλης ἡ ὑπόστασις αὐτοῖς, τῷ ἐν τῇ οἰκείᾳ φύσει αὐτῶν τὴν ὕλην μὴ περιέχεσθαι. πἔτι δὲ πῶς οὐκ ἄτοπον τὸ τὴν ὕλην λέγειν ἐν τῷ τὸ εἶδος καὶ τὴν ποιότητα λαμβάνειν καὶ ὕλην τινὰ προσλαμβάνειν; ὃ ἀναγκαῖόν ἐστι λέγειν τοῖς τὸ εἶδός τε καὶ τὴν ποιότητα σῶμα ἔνυλον λέγουσιν. τὸ δὲ λέγειν τῶν τοῦ σώματος μερῶν ἀνάγκην εἶναι καὶ τὰ μέρη σώματα εἶναι, ὥσπερ καὶ τῆς ἐπιφανείας καὶ τῆς γραμμῆς καὶ τοῦ χρόνου τὰ μέρη, τῆς μὲν ἐπιφάνειαι, τῆς δὲ γραμμαί, τοῦ δὲ χρόνοι, μέρη δὲ τοῦ ζῴου σώματος ὄντος τό τε εἶδος καὶ ἡ ὕλη, ὥστε καὶ σῶμα, πεπλανημένων. οὐ γὰρ οὕτως μέρη ταῦτα τοῦ σώματος, ὡς εἰς αὐτὰ τέμνεσθαι τὸ σῶμα. τὰ μὲν γὰρ μέρη τοῦ σώματος, εἰς ἃ τέμνεται, εἴς τε τὸ ποσὸν συντελεῖ τῷ σώματι καὶ τμηθέντα ὑφέστηκέν τε καὶ μένει. οὐχ οὕτως δὲ μέρη τοῦ σώματος τό τε εἶδος καὶ ἡ ὕλη, ἀλλὰ ὡς τοῦ ἀνδριάντος ὅ τε χαλκὸς καὶ ἡ μορφή, εἰς ἃ οὐκέτι ἡ τοῦ ἀνδριάντος γίνεται διαίρεσις, ὡς εἰς κεφαλὴν καὶ θώρακα καὶ σκέλη, καίτοι καὶ ἐξ ἐκείνων ὡς μερῶν τοῦ συναμφοτέρου συγκειμένου, εἰ καὶ μὴ κατὰ τὸν αὐτὸν τρόπον. τὸ γὰρ σχῆμα τοῦ ἀνδριάντος μέρος οὐχ ὡς εἰς τὸ ποσὸν αὐτῷ συντελοῦν τι, ἀλλ’ ὡς εἰς τὸ ποιόν, καὶ οὐχ ὡς ἐν τῷ ἀπὸ τῆς ὕλης χωρισμῷ σώζεσθαι δυνάμενον. εἰς δὲ τὰ ὡς ποσοῦ μέρη καὶ εἰς τὰ σωζόμενα μετὰ τὴν διαίρεσιν ἡ προειρημένη τοῦ τε σώματος καὶ τῶν ἄλλων συνεχῶν διαίρεσις. διὸ οὐδὲ μέρη ταῦτα πλῶς σώματος, ἀλλὰ τοιοῦδε σώματος, οὖ μέρος καὶ τὸ δι’ ὃ τοιόνδε ἐστὶν οὐκ ὃν σῶμα. ἀλλ’ οὐδὲ ὁ λέγων λόγος οὖ τὸ μέρος σῶμα καὶ αὐτὸ σῶμα, τῆς δὲ ψυχῆς ἡ αἴσθησις μέρος οὖσα σῶμά ἐστι, καὶ αὕτη ἄρα σῶμα, δείκνυσίν τι· τὴν γὰρ αἴσθησιν, εἰ μὲν ὡς τὸ αἰσθητήριον λαμβάνει, σῶμα μὲν τὸ λαμβανόμενον, ἀλλ’ οὐ τῆς ψυχῆς μέρος, εἰ δὲ ὡς τὴν δύναμιν τὴν αἰσθητικήν, μέρος μὲν ψυχῆς, ἀλλ’ οὐ σῶμα λήψεται. καὶ γὰρ εἰ σῶμα ἡ ψυχή, καὶ σῶμα οὐχ ὡς ἡ ὕλη, ἔσται ἐξ ὕλης καὶ εἴδους, εἴ γε πᾶν σῶμα κατ’ αὐτοὺς τῷ παρὰ τὴν ὕλην τοιοῦτον. ἀλλ’ εἰ τοῦτο, ἔσται καὶ ἐν ἐκείνῳ τῷ σώματι τὸ εἶδος ἡ ψυχή. εἰ γὰρ τὸ ὑποκείμενον αὐτῷ σῶμα τόδε τι ὃν καὶ καθ’ αὐτὸ ὑφίστασθαι δυνάμενον εἴτε πνεῦμα ὃν εἴτε ἄλλο τι οὐκ ἔμψυχον, ὃ σωζομένῳ τῷ σώματι τούτῳ προσγινόμενον ἔμψυχον αὐτὸ ἐξ ἀψύχου ποιεῖ, τοῦτ’ ἂν εἴη ἡ ψυχὴ κατ’ αὐτούς. οὐ γὰρ οἷόν τε λέγειν κατὰ τὴν τῆς ποιότητος τῷ πνεύματι προσθήκην ψυχὴν γίνεσθαι τὸ πνεῦμα. εἰ μὲν γὰρ ἡ τῆς ποιότητος προσθήκη τῷ πνεύματι κατὰ τὴν οὐσίαν ἐποίει τοῦ πνεύματος μεταβολήν, ἐνῆν λέγειν εἰς ψυχὴν τὸ πνεῦμα μεταβάλλειν. εἰ δὲ καὶ μετὰ τὴν τῆς ποιότητος προσθήκην μένει πνεῦμα, οὐκ ἦν δὲ ψυχὴ τὸ πνεῦμα, οὐδ’ ἂν ἡ προστιθεμένη ποιότης αὐτῷ ψυχὴν αὐτὸ ποιοῖ ἄτε μὴ μεταβάλλουσα αὐτοῦ τὴν οὐσίαν, ἀλλ’ οὖσα συμβεβηκός τι τῷ πνεύματι. οὐδὲν γὰρ σῶμα φυσικὸν μὴ κατ’ οὐσίαν μεταβάλλον οἷόν τε ἐξ ἄλλης φύσεως εἰς ἄλλην τινὰ μεταστῆναι. ἄλλη δὲ φύσις ψυχῆς τε καὶ πνεύματος. οὐ γὰρ δὴ γένος οἶόν τε λέγειν τῆς ψυχῆς τὸ πνεῦμα, ἔχον ὑπόστασιν καθ’ αὐτό. οὐδὲν γὰρ γένος τοιοῦτον, ὡς ὑφεστάναι καθ’ αὐτό. |