Ancient Greek · ~21 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 7.1
Not analysed yet
Οἱ δὲ λέγοντες εἶδος μὲν εἶναι τὴν ψυχὴν τοῦ σώματος, ἂν δέ τι τῶν ὑποκειμένων ἐν τῷ ζῴῳ σωμάτων ποιοῦντες αὐτήν, οἷον πῦρ ἢ ἀέρα ἤ τι ἄλλο, λανθάνουσιν αὐτοὺς τὸ μέρος τῆς ὕλης εἶδος τῆς λοιπῆς ὕλης ποιοῦντες, τοῦτο δὲ ἄτοπον. ἄλλη γὰρ φύσις εἴδους τε καὶ ὕλης, ὡς δέδεικται. τὸ μὲν γὰρ ὑποκείμενον, τὸ δὲ ἐν ἐκείνῳ, καὶ τὸ μὲν σχηματιζόμενον, τὸ δὲ καθ’ ὃ σχηματίζεται, ἀκολουθήσει τε τοῖς οὕτως λέγουσιν τελειότητα τῶν λοιπῶν τριῶν σωμάτων λέγειν τὸ πῦρ ἢ τὸν ἀέρα, καὶ τὴν γένεσιν ἔχειν αὐτὸ ἐκ τῆς ἐκείνων μίξεως· τοιοῦτον γὰρ ἡ τελειότης. οὕτως δὲ οὐκέτ’ ἂν ἁπλοῦν εἴη σῶμα. ᾧ γὰρ ἡ γένεσις ἐκ μίξεως πλειόνων σωμάτων, οὐχ ἀπλοῦν τοῦτο. οὕτως τε οὐκ ἂν εἴη τὰ ἁπλᾶ σώματα τέτταρα. ἀλλ’ οὐδὲ οἷόν τε τῶν τεσσάρων τι σωμάτων ἐκ τῆς τῶν καταλιπομένων γενέσθαι μίξεως, εἴ γε δεῖ μὲν ἐμφαίνεσθαι τῷ ἐκ τῆς μίξεως τινι ὄντι πάσας τὰς δυνάμεις τὰς ἐκείνων, ἐξ ὧν μέμικται· ταύτῃ γὰρ φθορᾶς μῖξις διαφέρει, ὅτι μὴ ὁλόκληρος ἡ τῶν μιγνυμένων φθορά. ἀδύνατον δὲ ἢ ἐν τῷ πυρὶ λέγειν εἶναι ὑγρότητά τε καὶ ψυχρότητα, ἢ ἐν τῷ ἀέρι ξηρότητα τε καὶ ψυχρότητα. ἔτι τί μᾶλλον τόδε τι τῶν τεσσάρων, ἢ ἄλλο τι εἶδος ἂν εἴη τῶν λοιπῶν τριῶν; //ἔτι μόναι ἂν εἶεν ἐν τῷ ζῴῳ δυνάμεις αἱ τοῦ σώματος τοῦ ἐκ τῆς τῶν ἄλλων κράσεως γεγονότος, εἰ μὲν εἴη τὸ γεγονὸς πῦρ, θερμότης τε καὶ ξηρότης, εἰ δ’ ἄλλο τι αἱ ἐκείνου, τῷ τοῦτ’ εἶναι τὸ γεγονὸς ἐξ ἐκείνων. εἰ δὲ μηδὲν μᾶλλον τῶν ἐκείνου δυνάμεων αἱ τῶν ἄλλων ἐν τῷ ζῴῳ μένουσιν, οὐκ ἂν εἴη τοῦτο γεγονὸς ἐξ ἐκείνων, ὥστε οὐδὲ εἶδος. εἰ δὲ μὴ τοῦτο, οὐδὲ ψυχή. ἔτι εἰ ἔν τι τούτων ἐστὶν ἡ ψυχή, ἢ οὐ πᾶν τὸ ζῷον ἔμψυχον ἔσται, ἢ σῶμα διὰ σώματος διελεύω ἧς δόξης τίς ἂν ἀτοπωτέρα γένοιτο; πῶς γὰρ οἷόν τε σῶμά τι μεστὸν ὂν αὐτοῦ καὶ μηδὲν ἔχον ἐν αὐτῷ κενὸν ἄλλο ἐν αὐτῷ σῶμα δέξασθαι ὁμοίως μεστὸν αὐτοῦ; εἰ γὰρ τὸ πλῆρες ὂν αὐτοῦ ἄλλο τι πάλιν καὶ αὐτὸ ὁμοίως ὃν πλῆρες αὑτοῦ δέξεται, οὐδὲν ἔσται τὸ κωλύον καὶ ἄλλο πάλιν αὐτὸ καὶ ἄλλο δέξασθαι. οὐδὲν γὰρ ἔλαττον πλῆρες ὄν, ὅτε ἦν μόνον, τοῦ νῦν, ὅτε ἐδέξατό τι ἄλλο ἐν αὐτῷ, οὐκ ἐκωλύθη δέξασθαί τι καὶ δεύτερον, οὕτως τε οὐδὲν κωλυθήσεται τὸ μέγιστον ἐν τῷ μικροτάτῳ γενέσθαι σώματι. πῶς δὲ οὐκ ἄτοπον καὶ τὸ τὸν πεπληρωμένον τόπον ὑπὸ σώματός τινος λέγειν δύνασθαι καὶ ἄλλο τι σῶμα δέξασθαι τὸν αὐτὸν μένοντα τοῦ πεπληρωκότος αὐτὸν σώματος ἐν αὐτῷ μένοντος καὶ μὴ μεθισταμένου που; ἀλλὰ περὶ μὲν τῆς τούτου τοῦ δόγματος ἀτοπίας ἐν ἄλλοις ἡμῖν ἐπὶ πλεῖον εἴρηται. //ἔτι δὲ οὐ σώζουσιν οἱ οὕτως λέγοντες τὴν τοῦ εἴδους ἀναλογίαν τοῦ ἐν τῷ ζῴῳ πρὸς τὰ εἴδη τά τε τῶν ἁπλῶν σωμάτων καὶ τὰ τῶν γινομένων κατὰ τέχνην. οὐ γὰρ τοιοῦτον ἡ βαρύτης εἶδος οὐδὲ ἡ κουφότης οὐδὲ τὸ σχῆμα. ἔτι δὲ εἰ ἕν τι τῶν ἁπλῶν σωμάτων τὴν ὡς ψυχὴν εἶδος λέγοιεν, ἐπεὶ τὸ εἶδος τὸ τὴν ὕλην εἰδοποιοῦν ἐστιν, ἀλλ’ οὐ τὸ συναμφότερον, εἴη ἂν καὶ ψυχὴ κατὰ τοὺς οὕτω λέγοντας τὸ εἶδος τούτου τοῦ σώματος, ὅπερ ἐστὶν ἡ κουφότης ἢ ἡ μετὰ ταύτης θερμότης τε καὶ ξηρότης ἤ τι εἶδος τῶν ἁπλῶν τινος σωμάτων. //οὐδὲ οἱ εἶδος δὲ λέγοντες τὴν ψυχὴν τοῦ ζῴου, εἶδος δὲ ὡς οὐσίαν τινὰ χωριστήν τε καὶ αὐτὴν καθ’ αὐτήν, ὡς τῆς νεῶς τὸν κυβερνήτην (εἶναι γὰρ κἀκεῖνον εἶδος τῆς νεὼς καὶ τελειότητα) ὀρθῶς λέγουσιν. οὐ γάρ ἐστι τῆς νεὸς εἶδος οὕτε τελειότης ὁ κυβερνήτης. ἔστι γὰρ ναῦς καὶ χωρὶς τοῦ κυβερνήτου. ἀλλ’ οὐδ’ ὡς τῆς ἐνεργείας τῆς νεῶς εἶδος ὁ κυβερνήτης λέγοιτ’ ἄν. γίνεται μὲν γὰρ τῇ νηἶ κατὰ τοιόνδε σχῆμα, ὅ ἐστιν εἶδος αὐτῆς, ὡς νεὼς ἡ ἐνέργεια, πρὸς δὲ ταύτην ὁ κυβερνήτης συντελεῖ τι. ἡ δὲ ψυχὴ εἶδος τοῦ ζῴου καθὸ ζῷον καὶ οὐχ, ὅτε ἐνεργεῖ μόνον, τότε ἔμψυχον. διὰ τοῦτο γὰρ ἡ πρώτη ἐντελέχεια ἡ ψυχή. ὅτι γὰρ μή ἐστιν ὁμοίως ὡς ἡ ψυχὴ τοῦ ζῴου, οὕτως καὶ ὁ κυβερνήτης εἰδος τῆς νεώς, δῆλον ἐκ τοῦ τὴν μὲν ναῦν μένειν, κἂν ὁ κυβερνήτης ἀπέλθῃ, τὸ δὲ ζῷον ἀπελθούσης τῆς ψυχῆς μηκέτι ζῷον εἶναι. διὸ μᾶλλον ἂν πρὸς τὸ σχῆμα τῆς νεὼς ἡ ψυχὴ τὴν ἀναλογίαν ἔχοι. κατὰ γὰρ τοῦτο τὸ εἶναι τῇ νηῒ, ὡς τῷ ζῴῳ κατὰ τὴν ψυχήν. ἔτι ὁ μὲν κυβερνήτης οὐ διὰ πάσης ἐστὶ τῆς νεώς. ἔμψυχον δὲ πᾶν τὸ τοῦ ζῴου σῶμα. ἀλλὰ καὶ εἰ οὕτως ἦν ἐν τῷ σώματι ἡ ψυχή, ἐνεδέχετ’ ἂν αὐτὴν καὶ χωρισθεῖσαν αὐτοῦ εἰσιέναι πάλιν εἰς αὐτό. τί γὰρ ἔσται τὸ τοιαύτην οὖσαν τὴν ψυχὴν κατέχον ἐν τῷ σώματι; ἔτι οὐ κατὰ τὴν αὐτοῦ φύσιν ἔσται τὸ σῶμα κινούμενον· παρὰ φύσιν ἄρα. ἀλλὰ μὴν πᾶσα βίαιος κίνησις παρὰ φύσιν καὶ διὰ σωματικῆς ἀντερείσεως γινομένη, ὥστε γένοιτο ἂν κατὰ τὸν λόγον τοῦτον πάλιν ἡ ψυχὴ σῶμα. ἀλλὰ καὶ καθόλου τις ἂν εὐλόγως ἀπαιτήσαι τοὺς οὕτως λέγοντας τὴν ψυχὴν εἶδος εἶναι τοῦ σώματος, τί τὸ συνάγον καὶ τί τὸ συνέχον ἀμφότερα κεχωρισμένα τε ἀλλήλων ὄντα καὶ τὰς φύσεις διαφέροντα, ὡς ἕν τι γίνεσθαι τὸ ἐξ αὐτῶν καὶ συμμένειν; χαλεπὸν γὰρ εὑρεῖν τὸ αἴτιον τῆς τῶν τοιούτων τὴν ἀρχήν τε συνόδου καὶ μετὰ τὴν σύνοδον ἑνώσεως.