Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 8.1
Not analysed yet
Οὖσα δὲ ἡ ψυχὴ εἶδος τοῦ σώματος, ὁποῖον προείρηται, τῷ ἀχώριστον εἶναι τοῦ σώματος τὸ τοιοῦτον εἶδος καὶ συμφθείροιτο ἂν τῷ σώματι, ὅση γε αὐτῆς φθαρτοῦ σώματος εἶδός ἐστιν. εἴη δ’ ἂν καὶ ἀκίνητος καθ’ αὑτήν. οὐ γὰρ πᾶν ἀνάγκη τὸ κινήσεως αἴτιόν τινι καὶ αὐτὸ κινεῖσθαι. ἀλλ’ ὅσα μὲν ἀπολελυμένα καὶ κεχωρισμένα τῶν κινουμένων ὑπ’ αὐτῶν τῇ φῇ καὶ σωματικῶς αὐτὰ κινεῖ, ταῦτα ἀνάγκη κινούμενα καὶ αὐτὰ κινεῖν. τά τε γὰρ ὠθοῦντά τι καὶ τὰ ἕλκοντα καὶ τὰ δινοῦντα καὶ τὰ ὀχοῦντα αὐτὰ κινούμενα οὕτως καὶ τοῖς ὑπ’ αὐτῶν κινουμένοις αἴτια κινήσεως γίνεται. ὅσα δὲ δυνάμεις τε καὶ ἕξεις ὄντα τῶν κινουμένων αἴτια τοῖς ἔχουσιν αὐτὰ ποιᾶς κινήσεως γίνεται, ταῦτα οὐ μόνον οὐκ ἀνάγκη κινεῖν κινούμενα αὐτά, ἀλλὰ καὶ ἀδύνατον. ἀδύνατον γὰρ καθ’ αὐτὸ κινεῖσθαι μὴ ὃν χωριστόν τε καὶ καθ’ αὐτό. τοιαῦται δὲ αἵ τε ἕξεις καὶ αἱ δυνάμεις καὶ ὅλως τὰ τῶν σωμάτων εἴδη, ὧν οὖσα καὶ ἡ ψυχὴ δέδεικται. ὡς γὰρ ἡ βαρύτης αἰτία μὲν γίνεται τῇ γῇ τῆς εἰς τὸ κάτω φορᾶς καὶ κατὰ τοῦτ’ αὐτῆς ἐστι κινητική, οὐ μὴν κινουμένη καθ’ αὐτήν (πῶς γὰρ ἂν βαρύτης κινηθείη καθ’ αὑτὴν εἶδος οὖσα καὶ φύσις τοῦ ἔχοντος αὐτὴν σώματος;) ,οὕτως καὶ ἡ ψυχὴ τῶν ζῴων πασῶν τῶν ὡς ζῴου κινήσεων ἔχουσα τὴν αἰτίαν, ἐπεὶ κατὰ ταύτην αὐτῷ ἡ τοῦ κινεῖσθαι τοῦτον τὸν τρόπον ἐξουσία, οὐκ αὐτὴ κινουμένη καθ’ αὐτὴν οὕτως κινεῖ τὸ σῶμα· κινουμένῳ μέντοι τῷ σώματι συγκινεῖται καὶ αὐτή, καὶ γίνεται κινουμένη κατὰ συμβεβηκός, ὅπερ καὶ πᾶν εἶδος πάσχειν ἀνάγκη συνὸν καὶ συνοδεῦον τῷ σώματι, οὗ ἐστι, τῷ εἶναι ἀχώριστον αὐτοῦ. καὶ ὅταν γε τῆς κινήσεως τῷ σώματι τὸ εἶδος τὸ οἰκεῖον αἴτιον, τότε γίνεται τὸ εἶδος προηγουμένως μὲν κινοῦν τὸ σῶμα, κατὰ συμβεβηκὸς δὲ καὶ αὐτὸ τῷ συγκινεῖσθαι τῷ σώματι τὴν κίνησιν, ἣν αὐτὸ κινεῖ. ἡ γὰρ βαρύτης αὑτὴν κινεῖ κατὰ συμβεβηκός, ὅταν αὐτὴ τῆς εἰς τὸ κάτω φορᾶς τῷ ἔχοντι αὐτὴν σώματι αἰτία ᾖ καὶ ἡ ψυχὴ δὴ κατὰ συμβεβηκὸς ἑαυτὴν κινήσει τότε, ὅταν τὸ ἔχον αὐτὴν ζῷον κινῆται κατ’ αὐτήν. κινηθήσεται μὲν γὰρ κατὰ συμβεβηκὸς κἂν δι’ ἄλλην τινὰ αἰτίαν τὸ ζῷον κινῆται κατὰ τόπον, ὑφ’ αὐτῆς δὲ ἐν τῇ καθ’ αὐτὴν γινομένῃ κινήσει μόνῃ. //καὶ γὰρ εἰ, διότι κινεῖ, διὰ τοῦτο κινεῖσθαι λέγουσιν αὐτήν, καὶ ἐπεὶ καὶ ἠρεμίας αἰτία γίνεται τῷ σώματι, ἠρεμεῖν ἂν τότε λέγοιτο. τίς γὰρ ἡ ἀποκλήρωσις τοῦ κινεῖν μὲν αὐτὴν κινουμένην, μηκέτι δὲ ήρεμοῦσαν ἠρεμίζειν τὸ σῶμα; εἰ δὲ τοῦτο, οὐκέτ’ ἂν ἐν τῇ οὐσίᾳ αὐτῆς ἡ κίνησις εἴη. καὶ γὰρ εἰ τὸ οἰκεῖον ἔργον αὐτῆς ἐν ἠρεμίᾳ μᾶλλον ἢ κινήσει περιγίνεται, οἰκειότερον ἂν αὐτῇ καὶ κατὰ φύσιν μᾶλλον εἴη τὸ ἠρεμεῖν. ἀλλὰ μὴν τὸ πρῶτον. τὸ γὰρ νοεῖν, οἰκειότατον ὃν ἔργον αὐτῆς, ἠρεμούσῃ μᾶλλον, ἢ κινουμένῃ περιγίνεται. διὰ τοῦτο γὰρ τὸ νοεῖν ἐν γήρᾳ μᾶλλον ἢ νεότητι, καὶ νήφουσιν μᾶλλον ἢ μεθύουσιν, καὶ ἠρεμοῦντος τοῦ σώματος μᾶλλον ἢ φερομένου. μᾶλλον ἄρα αὐτῇ τὸ ἠρεμεῖν τοῦ κινεῖσθαι κατὰ φύσιν. διὸ ἀληθέστερον τὸ λέγειν μήτε κινεῖσθαι μήτε ἠρεμεῖν τὴν ψυχὴν καθ’ αὑτήν, ἀλλ’ ἑκάτερον τούτων ποιεῖν τὸ ζῷον κατ’ αὐτήν. ὡς γὰρ οὐ λέγομεν βαδίζειν τὴν ψυχὴν ἢ ὁρᾶν ἢ ἀκούειν, ἀλλὰ κατὰ τὴν ψυχὴν τὸν ἄνθρωπον, οὕτως καί, ὅσας ἄλλας ἐνεργείας τε καὶ κινήσεις ὡς ἔμψυχός τε καὶ ὡς ἄνθρωπος ἐνεργεῖ, οὐχ ἡ ψυχή ἐστιν ἡ ἐνεργοῦσά τε καὶ κινουμένη, εἰ καὶ ἡμεῖς πολλάκις ἐπὶ τοῦτο φερόμεθα διὰ τὸ μὴ ὁμοίως εἶναι γνώριμον ἡμῖν τὸ κινούμενον ἐν ταῖς τοιαύταις ἐνεργείαις σῶμα. ἀλλ’ ἔστιν καὶ ἐν ἐκείναις τὸ ζῷον καὶ ὁ ἄνθρωπος κατὰ τὴν ψυχὴν ἐνεργῶν, καθ’ ἥν ἐστιν αὐτῷ τὸ εἶναι ἀνθρώπῳ. καὶ γὰρ ἥδεται καὶ λυπεῖται καὶ ὀργίζεται καὶ φοβεῖται καὶ φιλεῖ καὶ μισεῖ καὶ μανθάνει καὶ νοεῖ καὶ ἀναμιμνήσκεται καὶ μνημονεύει ὁ ἄνθρωπος κατὰ τὴν ψυχήν. δύναται γὰρ ταῦτα τῷ τοιοῦτον εἶδος ἔχειν καὶ τοιαύτην τελειότητα. ὡς γὰρ ὁ παλαιστὴς παλαίει κατὰ τὴν ἕξιν τὴν παλαιστικὴν αὐτῆς τῆς παλαιστικῆς οὐ παλαιούσης, καὶ ὁ αὐλητὴς αὐλεῖ κατὰ τὴν αὐλητικὴν οὐκ αὐλούσης τῆς αὐλητικῆς, καὶ ὁ ὑφαντὴς ὑφαίνει τῆς ὑφαντικῆς οὐχ ὑφαινούσης, οὕτως ἔχειν ὑποληπτέον καὶ ἐπὶ τῶν ἐνεργειῶν, ἃς ἐνεργεῖ τὰ ψυχὴν ἔχοντα καθό ἐστιν ἔμψυχα. οὐδὲ γὰρ ἐπὶ τούτων ἡ ψυχή τινα τῶν ζωτικῶν ἐνεργειῶν ἐνεργεῖ καθ’ αὑτήν, ἀλλὰ κατὰ ταύτην τὸ ἔχον αὐτήν. οὐδὲ γὰρ οὐδὲ ἐκεῖνο ἀληθὲς τὸ ὅτι τῆς ψυχῆς εἰσιν αἵδε αἱ ἐνέργειαι προσχρωμένης ὡς ὀργάνῳ τῷ σώματι. ὡς γὰρ ἐπὶ τῶν ἄλλων δυνάμεων καὶ ἕξεων οὐδεμία δύναμις οὐδὲ ἕξις ἐνεργεῖ χρωμένη τούτῳ οὗ ἐστιν ἕξις, ἀλλ’ ἔμπαλιν τὰ τας δυνάμεις τε καὶ τὰς ἕξεις ἔχοντα κατὰ τὰς δυνάμεις τε καὶ τὰς ἕξεις ἐνεργεῖ (οὐδὲ γὰρ ἡ βαρύτης κάτω φέρεται προσχρωμένη τῇ γῇ, ἧς δύναμίς ἐστιν, ἀλλ’ ἡ γῆ φέρεται κάτω κατὰ τὴν βαρύτητα δύναμιν οὖσαν αὐτῆς καὶ εἶδος καὶ τελειότητά τε καὶ ἐντελέχειαν), οὕτως καὶ ἐπὶ τῆς ψυχῆς ἔχει, ἐπεὶ καὶ αὐτὴ δύναμίς τε καὶ εἶδος καὶ ἐντελέχειά ἐστι τοῦ ἔχοντος αὐτὴν σώματος. ἡ γὰρ γένεσις αὐτῆς ἐκ τῆς ποιᾶς μίξεώς τε καὶ κράσεως τῶν πρώτων σωμάτων, ὡς ἐδείχθη. καὶ τὸ μὲν ἐνεργοῦν κατὰ τὴν ψυχὴν ἐκεῖνο, ἐν τὸ τῆς ψυχῆς ἡγεμονικόν (ἐκεῖνο γὰρ καὶ τὸ πρώτως τε ἔμψυχον καὶ καθ’ αὐτό), πρὸς δὲ τὰς κατὰ ταύτην ἐνεργείας χρῆται τοῖς ὀργανικοῖς μέρεσιν τοῦ σώματος. τοῖς γὰρ ζῴοις τὰ ὄργανα, οἷς πρὸς τὰς κατὰ τὴν ψυχὴν ἐνεργείας χρῆται. σύμφυτά τε καὶ μέρη τοῦ σώματος, ἀλλ’ οὐχ ὡς ἐπὶ τῶν τεχνῶν κεχωρισμένα. τοιαῦτα γὰρ μέρη τοῦ σώματος νεῦρά τε καὶ χεῖρες καὶ πόδες καὶ τὰ αἰσθητήρια. ἔστιν γὰρ αἰσθητήριον μόριον σώματος ὀργανικοῦ πρὸς ἀντίληψιν αἰσθητοῦ. ἔστι δὲ ἡ ψυχὴ τοῖς ἐμψύχοις ἀρχή τε καὶ αἰτία, οὐ μόνον ὡς τῶν ζωτικῶν κινήσεων ποιητικὴ αὐτὴ ἐν αὐτοῖς, ἀλλὰ καὶ ἡ κατὰ τὸ εἶδος αἰτία, ὡς δέδεικται, καὶ πρὸς τούτοις καὶ ὡς οὖ ἕνεκα, τουτέστιν ἡ ὡς τέλος, εἴ γε τέλος μὲν καὶ τελειότης ἥδε τῶν ψυχὴν ἐχόντων, τοῦ δὲ τέλους χάριν τὰ πρὸ τοῦ τέλους. πάντα γὰρ τὰ κατὰ φύσιν γινόμενα ἕνεκά του γίνεται, τοῦτ’ ἔστιν τέλος ἐν αὐτοῖς.