Ancient Greek
Section 19
Alexander of Aphrodisias, De fato 19
Not analysed yet
Ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας καὶ συγχωρησάντων εἶναι τὸ ἐφ’ ἡμῖν ἐλεύθερόν τε καὶ αὐτεξούσιον καὶ κύριον τῆς τῶν ἀντικειμένων αἱρέσεώς τε καὶ πράξεως ἐπὶ περιεστῶσιν ἀνθρώποις δίκαιος γίνεσθαι πεπιστευμένος ὁμοίως ἰδιώταις τε καὶ νομοθέταις. ἔστι δὲ τοῦτο τὸ συγγινώσκεσθαι μὲν ἀξίους εἶναι τοὺς ἀκουσίως τοιοῦτόν τι πράξαντας, οὐχ ὡς ἐπὶ τῷ γιγνομένῳ πράγματι τῆς κολάσεως ὁριζομένης, ἀλλ’ ἐπὶ τῷ τρόπῳ τῆς πράξεως· ὅπερ οὔτε τῶν ἄλλων τις οὔτε αὐτῶν τούτων ὡς οὐ καλῶς ἔχον αἰτιᾶται. καίτοι τί τῶν δι’ ἄγνοιαν ἁμαρτανόντων ἢ βίᾳ ἧττον ἂν εἶεν συγγνώμης ἄξιοι ⟨οἱ⟩ εἰδότες μὲν ἃ πράττουσιν, οὐκ ἔχοντες δὲ ἐν αὐτοῖς τὴν ἐξουσίαν τοῦ, τούτων αὐτοῖς περιεστώτων, ἃ πάντως αὐτοῖς καὶ ἐξ ἀνάγκης περιεστάναι δεῖ, ἄλλο τι παρ’ ἃ πράττουσιν ⟨πράττειν⟩ τῷ τὴν φύσιν αὐτῶν εἶναι τοιαύτην, καὶ εἶναι τὸ κατὰ τὴν οἰκείαν αὐτοῖς φύσιν ἕκαστα πράττειν ὧν πράττουσιν καθ’ εἱμαρμένην, ὡς τοῖς βαρέσιν ἀφεθεῖσιν ἄνωθεν τὸ φέρεσθαι κάτω, καὶ τοῖς περιφερέσι τὸ κατὰ τοῦ πρανοῦς, εἰ ἀφεθεῖεν, ἀφ’ αὐτοῦ κινεῖσθαι; ὅμοιον γὰρ τὸ τὸν ἵππον κολάζειν ἀξιοῦν, ὅτι μὴ ἔστιν ἄνθρωπος, καὶ τῶν ἄλλων ζῴων ἕκαστον, ὅτι ταύτης τῆς τύχης καὶ μὴ βελτίονος τετυχήκασίν τινος. ἀλλ’ οὐδεὶς Φάλαρις οὕτως ὠμός τε καὶ ἀνόητος, ὡς ἐπί τινι τῶν οὕτως γινομένων κολάζειν τὸν ποιήσαντα. ἐπὶ τίσιν οὐν αἱ κολάσεις εὔλογοι; οὐκ ἐπ’ ἄλλοις τισίν, ἢ ἐπὶ τοῖς παρὰ τὴν αὑτῶν μοχθηρὰν αἵρεσιν γινομένοις. ἐφ’ ὧν γὰρ αὐτοὶ τὴν ἐξουσίαν τῆς αἱρέσεως ἔχοντες, καταλιπόντες τὸν σκοπὸν τῶν πραττομένων ὑφ’ αὐτῶν ποιεῖσθαι τό τε καλὸν καὶ τὸν νόμον, κέρδους χάριν ἢ ἡδονῆς τινος, ὑπερορῶντες ἐκείνων, πράττουσι τὰ φαῦλα, τούτους ἀξίους ἡγοῦνται κολάσεως πάντες ἄνθρωποι, συγγνώμην δόντες τοῖς οὐχ οὕτως ἁμαρτάνουσιν. ὅρα δὴ πᾶσιν τοῖς κακοῖς τὸ θαυμαστὸν δόγμα τοῦτο παρὰ τῶν φιλοσόφων μαθοῦσιν διδάσκειν τοὺς διδάσκοντας, ὅτι εἰσὶ καὶ αὐτοὶ συγγνώμης ⟨ἄξιοι⟩, οὐδὲν ἔλαττον τῶν ἀκουσίως ἁμαρτανόντων. οὐ γὰρ ὑπό τινος ἔξωθεν καταναγκάζοντος αὐτοὺς ποιοῦσιν ἃ ποιοῦσιν, ὧν ἴσως ἐνῆν αὐτοῖς καὶ φυλάξασθαι, ἀλλ’ ὑπὸ τῆς φύσεως τῆς ἐν αὐτοῖς οὐδὲν οἷόν τ’ ἐστὶν λαθόντας ποιῆσαι καὶ τίς οὐκ ἂν αὐτοῖς τοῖς ἁμαρτανομένοις αἴτιον. εἰ δ’ οὔτ’ ἄλλος τις οὔτ’ οἱ τοῦ δόγματος τούτου κύριοι συγγνώμην δοῖέν τινι ταύτην τῶν ἁμαρτανομένων φέροντι τὴν αἰτίαν ὡς ψεῦδός τι λέγοντι, δῆλον ὡς ὑπὸ τούτων καὶ ὑπὸ τῶν ἄλλων ἀπάντων ὁμοίως πεπίστευται τὸ εἶναι τὸ ἐφ’ ἡμῖν οὐχ οἷον ὑπὸ τούτων πλάσσεται, ὅταν εἰς τὸ πρόβλημα μελετῶντες λέγωσιν, ἀλλ’ οἵῳ εἶναι αὐτῷ διὰ τῶν ἔργων οὗτοί τε αὐτοὶ καὶ πάντες ἄνθρωποι μαρτυροῦσιν. εἰ γὰρ ἦσαν οὕτως ἔχειν πεπιστευκότες, συνεγίγνωσκον ἂν πᾶσιν τοῖς ἁμαρτάνουσιν ὡς οὐκ ἔχουσιν τοῦ μὴ πάντα πράττειν ἐξουσίαν.