Ancient Greek
Section 20
Alexander of Aphrodisias, De fato 20
Not analysed yet
ἀλλ’ ὅτι μὲν καὶ ἔστι τι ἐφ’ ἡμῖν ὀνομάσαι, καὶ οὐ διὰ τὴν ἐξουσίαν ταύτην ἀναιτίως τι γίνεται, τῷ τῶν οὕτως γινομένων αἴτιον τὸν ἄνθρωπον εἶναι, ἀρχὴν αὐτὸν ὄντα τῶν γινομένων ὑφ’ αὑτοῦ, ἱκανὰ μὲν δεῖξαι καὶ τὰ εἰρημένα, ἱκανῶς δ’ ἂν ἐπείσθησαν καὶ οἱ ἀντιλέγειν πρὸς αὐτὸ πειρώμενοι, εἰ κἂν πρὸς ὀλίγον πάντα ἃ πράττουσιν ὑπέμειναν πρᾶξαι ὡς ἀληθεύοντες περὶ ὧν λέγουσιν, πιστεύσαντες τῷ μηδὲν τῶν γινομένων ὑπό τινος οὕτως γίνεσθαι, ὡς καὶ τοῦ μὴ πράττειν αὐτὸ τὴν ἐξουσίαν ἔχοντος τότε. τῷ γὰρ τοῦτο πεπιστευκότι οὐκ ἐπιτιμῆσαί τινι, οὐκ ἐπαινέσαι τινα, οὐ συμβουλεῦσαί τινι, οὐ προτρέ| ψασθαί τινα, οὐκ εὔξασθαι θεοῖς, οὐ χάριν αὐτοῖς γνῶναι περί τινων, οὐκ ἄλλο τι ποιεῖν οἷόν τε τῶν ὀφειλομένων εὐλόγως γίνεσθαι ὑπὸ τῶν καὶ τοῦ ποιεῖν ἕκαστον ὧν ποιοῦσιν τὴν ἐξουσίαν πεπιστευκότων. ἀλλὰ μὴν ἔξω τούτων ἀβίωτος ὁ τῶν ἀνθρώπων βίος καὶ οὐδὲ τὴν ἀρχὴν ἀνθρώπων ἔτι.