Ancient Greek
Page 29a13
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 13-3
Not analysed yet
Ἄν τε ἡ συλλογισμός, ἀνάγκη τοὺς ὅρους οὕτως ἔχειν. Δεῖ καὶ ἐνταῦθα προσυπακούειν τὸ ‘ἐν τούτῳ τῷ σχήματι’. τὸ μὲν γὰρ πρῶτον εἰρημένον ἁπλῶς ἀληθὲς τὸ ὅτι ἐχόντων τῶν ὅρων, ὡς ἐλέχθη, γίνεται συλλογισμός. τὸ δὲ ἐάν τε ᾖ συλλογισμός, ἀνάγκη τοὺς ὅρους οὕτως ἔχειν οὐκέθ’ ἁπλῶς ἀληθές, ἀλλὰ ἂν ἐν τούτῳ τῷ σχήματι συλλογισμὸς ᾖ, ἐπεὶ τό γε ἐπὶ μέρους καταφατικὸν καὶ τὸ ἐπὶ μέρους ἀποφατικὸν ἔστι συλλογίσασθαι καὶ μὴ οὕτως ληφθέντων τῶν ὅρων. τὸ μὲν γὰρ ἐπὶ μέρους καταφατικὸν καὶ διὰ πρώτου σχήματος ἔνεστι δεῖξαι, ἐν ᾧ ἄλλως ἔχουσιν οἱ ὅροι, τὸ δὲ ἐπὶ μέρους ἀποφατικὸν καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ. φανερὰ δὲ καί, ἃ προστίθησι, τό τε ὅτι ἀτελεῖς πάντες καὶ οἱ ἐν τούτῳ τῷ σχήματι συλλογισμοί, ὥσπερ καὶ οἱ ἐν τῷ δευτέρῳ, καὶ ὅτι οὐδὲν καθόλου συνάγεται ἐν τῷ τρίτῳ σχήματι.