Ancient Greek
Page 27a15
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 15
Not analysed yet
Ὅτι μὲν οὖν γίνεται συλλογισμὸς ἐχόντων τῶν ὄρων, φανερὸν· Δείξας τὰς προειρημένας δύο συζυγίας συλλογιστικὰς ἐν δευτέρῳ σχήματι διά τε τῶν ἀντιστροφῶν καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐπισημαίνεται, ὅτι οὐ τέλειοι οὗτοι οἱ συλλογισμοὶ τῷ προσδεηθῆναι ἀποδείξεως ἔξωθεν πρὸς τὸ τὸ ἐν αὐτοῖς ἀναγκαῖον φανερὸν γενέσθαι.