Ancient Greek
Page 28a16
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 16
Not analysed yet
Δυνατὸς δὲ ἔσται καὶ καθόλου καὶ μὴ καθόλου τῶν ὄρων ὄντων πρὸς τὸ μέσον. Τὸ μὴ καθόλου οὐ τοῦ ‘μηδετέρας οὔσης καθόλου’ σημαντικόν ἐστιν ἀδύνατον γάρ, ὡς εἰρήκαμεν ἤδη, ἐκ δύο ἐπὶ μέρους προτάσεων συλλογισμὸν γενέσθαι), ἀλλ’ ὅτι ’μὴ ἀμφοτέρων καθόλου’.