Ancient Greek
Page 51a18
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 18-4
Not analysed yet
ἐὰν δὲ ἐν μέρει ληφθῇ τὸ στερητικόν. ἐνταῦθα λέγει περὶ τοὐ ἕκτου, ἐν ᾧ τὸ ἀποφατικὸν ἐπὶ μέρου· ς ἐστίν. οὔ φησι δὲ τοῦτον εἰς τὸ πρῶτον ἀναλυθήσεσθαι καὶ ἀναχθήσεσθαι σχῆμα, ὅτι ἡ μὲν ἐπὶ μέρους ἀποφατικὴ οὐκ ἀντιστρέφει, ἐὰν δὲ ἡ καθόλου καταφατικὴ ἀντιστραφῇ, αἱ δύο ἐπὶ μέρους ἔσονται προτάσεις, δι’ ἀντιστροφῆς δὲ ἡ ἀνάλυσις.