Ancient Greek
Page 35b20
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 20-3
Not analysed yet
Φανερὸν οὖν, ὅτι τοῦ μὲν πρὸς τὸ μεῖζον ἄκρον καθόλου τεθέντος ἀεὶ γίνεται συλλογισμός. Προσυπακούειν δεῖ τῇ λέξει τὸ ‘ἄν ὦσιν ἀμφότεραι καταφατικαί, ἡ δὲ ἐλάττων ἐπὶ μέρους ἐνδεχομένη ᾖ’, ἐπεὶ ὑπαρχούσης αὐτῆς, τῆς ἐλάττονος δηλαδή, ἐπὶ μέρους ἀποφατικῆς ληφθείσης ἀσυλλόγιστος ἡ συζυγία. |