Ancient Greek
Page 45b25
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 25-5
Not analysed yet
Καὶ πάλιν εἰ τὸ Δ καὶ τὸ Η τὰ αὐτά. Διὰ τούτων δὲ τὸ ἐπὶ μέρους ἀποφατικὸν συνήγετο· τὸ γὰρ Α οὐ παντὶ τῷ E διὰ τοῦ τὸ μὲν Α οὐδενὶ τῷ H, τὸ δὲ E παντὶ αὐτῷ. ἀλλ’ εἰ τὸ Η τοιοῦτον ληφθείη ὡς πάλιν μόνῳ τὸ E ἕπεσθαι, ὡς καὶ ἐπὶ τῆς πρὸ ταύτης δείξεως, ἀντιστραφήσεται πάλιν καὶ ἔσται τῷ E τὸ Η ἑπόμενον ὥσπερ καὶ τὸ Z. εἰ δὴ τὸ H τῷ Δ ταὐτὸν ἦν, τὸ δὲ Α τῷ Δ οὐδενί, δῆλον ὅτι οὐδὲ τῷ Η· τὸ δὲ Η παντὶ τῷ · τὸ Α ἄρα οὐδενὶ τῷ E. δεῖ οὖν, φησί, καὶ οὕτως ἐπιβλέπειν τε καὶ ἐκλέγειν τὰ προειρημένα, ἐπεὶ καὶ διὰ τῆς τοιαύτης ἐπιβλέψεως δύναται δείκνυσθαι τὸ καθόλου.