Ancient Greek
Page 45b28
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 28-6
Not analysed yet
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἀναγκαίων καὶ τῶν ἐνδεχομένων. Λέγει, ὅτι οὐ μόνον, εἰ ὑπάρχον τι συνάγομεν, δεῖ τὴν τοιαύτην ἐπίβλεψιν ποιεῖσθαι ζητοῦντας τά τε ἑπόμενα καὶ οἷς ἕπεται καὶ τὰ μὴ ὑπάρχοντα, ἀλλὰ καὶ ἐπὶ τῶν ἀναγκαίων ὁμοίως καὶ ἐπὶ τῶν ἐνδεχομένων· ἡ γὰρ αὐτὴ μέθοδος ἐπὶ πάντων. ὁ γὰρ τρόπος τοῦ συμπεράσματος διοίσει τῷ ὑπάρχοντα εἶναι τὰ ἐκλεγόμενα ἢ ἀναγκαῖα ἢ ἐνδεχόμενα, ἀλλ’ οὐ τῷ ἄλλως καὶ ἄλλως λαμβάνεσθαι.