Ancient Greek
Page 49b37
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 37-3
Not analysed yet
Ὅλως γὰρ γὰρ ὃ μή ἐστιν ὡς ὅλον πρὸς μέρος καὶ ἄλλο πρὸς τοῦτο ὡς ὡς μέρος πρὸς ὅλον. Ἣν ἐκτέθειται ἀκολουθίαν καὶ συμπλοκὴν προτάσεων, ἐν πρώτῳ ἐστὶ σχήματι, τρόπον δέ τινα καὶ ἐν τοῖς ἄλλοις σχήμασιν ἡ αὐτὴ τάξις τῷ κἀκεῖνα δείκνυσθαι συλλογιστικὰ διὰ τοῦ πρώτου σχήματος. λέγει δὲ ὡς ὅλον μὲν τὸν κατηγορούμενον ὅρον, ὡς μέρος δὲ τὸν ὑποκείμενον, τὸ ὡς προστιθείς, ὅτι μήτε πάντως ὁ κατηγορούμενος ἐπὶ πλέον μήτε πᾶν τὸ ἐπὶ πλέον τινὸς ὂν ὡς μέρους αὐτοῦ ὑπερέχει· οὐ γὰρ εἰ τὸ λευκὸν ἐπὶ πλέον τοῦ ἀνθρώπου, ἤδη ὁ ἄνθρωπος μέρος ἐστὶ τοῦ λευκοῦ.