Ancient Greek
Page 44b3b
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 3b
Not analysed yet
‘Oμοίως δὲ καὶ ἐφ’ ὧν αὐτὸ ἀκολουθεῖ σκεπτέον. Αὐτὸ εἶπεν ἀντὶ τοῦ ῾αὐτά᾿ · ἔστι γάρ, ὃ λέγει, ῾ὁμοίως δὲ σκεπτέον καὶ ἐπὶ τῶν, οἷς αὐτὰ ἀκολουθεῖ᾿, δῆλον ὅτι τὸ Α καὶ τὸ E. εἰ μὲν γὰρ τῶν κοινοτέρων, οἷς ἀκολουθεῖ ταῦτα, εὑρίσκοιτό τι ταὐτόν, ᾧ ἀμφότερα ἀκολουθεῖ, εὑρίσκοιτο ἄν καὶ ἐν τοῖς ὑπὸ ταῦτα· εἰ δὲ μὴ ἐν τοῖς κοινοτέροις καὶ καθολικωτέροις εὑρίσκοιτό τι ταὐτόν, δυνήσεται εὑρεθῆναι ἐν τοῖς ὑπὸ ταῦτα.