Ancient Greek
Page 27a5
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 5
Not analysed yet
Κατηγ· ορείσθω γὰρ τὸ M τοῦ μὲν N μηδενὸς τοῦ δὲ Ξ παντός. ἐπεὶ οὖν ἀντιστρέφει τὸ στερητικόν. Δέδεικται ἐν τοῖς ἐπάνω, ὅτι ἡ καθόλου στερητικὴ ὑπάρχουσα ἑαυτῇ ἀντιστρέφει. ἐπεὶ οὖν εἴληπται ἡ μείζων πρότασις καθόλου ἀποφατική (κεῖται γὰρ τὸ Μ τῷ Ν μηδενί), ἄν ἀντιστραφῇ, ἔσται καὶ τὸ Ν οὐδενὶ τῷ Μ· κεῖται δὲ καὶ τὸ Μ παντὶ τῷ Ξ· οὕτως δὲ ἐχουσῶν τῶν γίνεται ὁ δεύτερος συλλογισμὸς τῶν ἐν τῷ πρώτῳ σχήματι συνάγων καθόλου ἀποφατικὸν τὸ τὸ Ν μηδενὶ τῷ Ξ. τοῦτο δὴ συναχθήσεται ὑπὸ τῆς ἐκκειμένης συζυγίας. ἔστω τὸ μὲν Μ ζῷον τὸ δὲ |Ν ἄψυχον τὸ δὲ Ξ ἄνθρωπος. εἰ δὴ τὸ ζῷον κατ’ οὐδενὸς ἀψύχου, καὶ τὸ ἄψυχον κατ’ οὐδενὸς ζῴου· τὸ δὲ ζῷον κατὰ παντὸς ἀνθρώπου· τὸ ἄψυχον ἄρα κατ’ οὐδενὸς ἀνθρώπου. καὶ οὗτος μὲν ὁ πρῶτος τοῦ δευτέρου σχήματος συλλογισμὸς καὶ διὰ τοιαύτης βοηθείας τελειούμενος.