Ancient Greek
Page 31a5
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 5-3
Not analysed yet
Ἔστω δὴ πρῶτον ἡ στερητικὴ καθόλου τε καὶ ἀναγκαία. Δείκνυσιν ἐν τῇ τρίτῃ συζυγίᾳ τῶν ἐν δευτέρῳ σχήματι συλλογισμῶν, πῶς οὔσης τῆς καθόλου ἀποφατικῆς ἀναγκαίας ἀναγκαῖον τὸ συμπέρασμα γίνεται. ἐπεὶ γὰρ ἀντιστραφείσης τῆς καθόλου ἀποφατικῆς τὸ πρῶτον γίνεται σχῆμα καὶ ἐν αὐτῷ ὁ τέταρτος συλλογισμὸς <ὁ> ἔχων τὴν καθόλου ἀποφατικὴν ἀναγκαίαν, ἐν ἡ συζυγίᾳ οὕτως ἐχούσῃ ἀναγκαῖον τὸ 30 συμπέρασμα, δῆλον, ὡς καὶ ἐν τῷ δευτέρῳ σχήματι ἀναγκαῖον ἐπὶ μέρους ἀποφατικὸν ἔσται τὸ συμπέρασμα οὕτως ἐχουσῶν τῶν προτάσεων.