Ancient Greek
Page 171a17
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 17-2
Not analysed yet
Ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα. Ἔτι τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ταὐτὸν εἶναι δείκνυσι, καὶ φησίν· εἰ πολλὰ σημαίνοντός τινος ὀνόματος μὴ νοεῖ τοῦτο οὕτως ἔχειν ὁ ἀποκρινόμενος ἀλλὰ μοναχῶς λέγεσθαι νομίζει, εἶτα ἐλέγχεται παρὰ τοῦ σοφιστοῦ, πάντως οὐ κατὰ τὴν οἰκείαν διάνοιαν ἠλέγχθη. ταὐτὸν οὖν ἄρα τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν. τὴν δὲ λέξιν τὴν ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ’ οἴεται, πῶς οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται; τριχῶς ἔστιν ἐκλαβεῖν. καθ’ ἕνα μὲν τρόπον οὕτως· εἰ τοῦ ὀνόματος διττοῦ ὄντος μὴ νοεῖ τοῦτο ὁ ἀποκρινόμενος, πῶς οὗτος ἠπάτηται, κατὰ διάνοιαν ἢ οὔ; καὶ πρὸς τοῦτο λύσις οὐ πρὸς τὴν διάνοιαν, ἤγουν οὐ κατὰ τὴν διάνοιαν. ἢ κατ’ ἐρώτησιν ἀναγνωστέον καὶ ὑπερβατῶς οὕτως· ἆρά γε οὗτος πρὸς τὴν διάνοιαν διείλεκται; καὶ οὕτως ἐπακτέον ὡς ἀρνητικόν τε καὶ ἀποφατικὸν τὸ οὔ· σύνηθες γὰρ αὐτῷ τοῦτο, ὡς καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει εἶπεν ‘ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς”. ἢ οὖν οὕτω τὴν λέξιν ἀναγνωστέον, ἢ ἀποφατικῶς ὧδε· ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδὲ οἴεταί πὼς· καὶ στίξαντας ἐπαγαγεῖν οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται ὡς ἴσον τῷ ῾πάντως ὁ τοιοῦτος δῆλός ἐστιν ὅτι οὐ πρὸς τὴν διάνοιαν διείλεκται ἀλλὰ παρὰ τὴν διάνοιαν᾿. ἀλλὰ μὴν τοῦτο καὶ πρὸς τοὔνομά ἐστι· ταὐτὸν ἄρα τὸ πρὸς τοὔνομα καὶ τὸ παρὰ τὴν διάνοιαν.