Ancient Greek
Page 173b26
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 26
Not analysed yet
Εἰσὶ δὲ πάντες σχεδὸν οἱ φαινόμενοι σολοικισμοὶ παρὰ τὸ τόδε. Εἰπὼν ὅπως τις σολοικίζει, νῦν καὶ ἀπὸ ποίας αἰτίας ὁ σολοικισμὸς γίνεται λέγει, ἥτις ἐστὶ τὸ τόδε. τὸ δὲ καὶ ὅταν ἡ πτῶσις ἑρμηνευτικὸν τοῦ πα ῥὰ τὸ τόδε τίθησιν, ὡς εἰ ἔλεγεν ‘ἤτοι ὅταν ἡ μήτε ἄρρεν σημαίνει μήτε θῆλη ἀλλὰ τὸ οὐδέτερον’. τὸ μὲν γὰρ οὗτος ἀρρενικοῦ ἐστι σημαντικόν, τὸ δὲ αὕτη θηλυκοῦ· τὸ δὲ τοῦτο βούλεται μὲν σημαίνειν τὸ οὐδέτερον, ἀλλὰ πολλάκις καὶ ἀρρενικὸν καὶ θῆλυ δηλοῖ. τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος αἱ πτώσεις ἅπασαι καὶ ἀλλήλων διαφέρουσι καὶ αὐταὶ ἑαυτῶν, καὶ οὐκ ἄν τις διά τινος ἀπατηθείη τῶν τοιούτων πτώσεων ὥστε νομίσαι τὴν αἰτιατικὴν δοτικὴν ἢ τὴν ἀρρενικὴν πτῶσιν θηλυκήν. τῶν δὲ οὐδετέρων ἔνιαι |μὲν πτώσεις διαφέρουσι καὶ ἑαυτῶν καὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν πτώσεων, αἱ δ’ οὔ· ὅθεν καί φασιν οἱ γραμματικοὶ τῶν οὐδετέρων τὴν αὐτὴν εἶναι ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. οἷόν ἐστι τὸ τοῦτο· λαμβάνεται γάρ, ὡς ἔφημεν, καὶ ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ αἰτιατικῆς καὶ εὐθείας· ὅθεν καὶ ἀπατᾶταί τις καὶ δοκεῖ σολοικίζειν. δοθέντος γὰρ πολλάκις τοῦ τοῦτο ὡς ἐπὶ οὐδετέρου συλλογίζονται ὡς ἐπὶ ἀρσενικοῦ οἱ σοφισταὶ τοῦτον· ὁμοίως δοθέντος πάλιν ἐπ’ εὐθείας ἐπὶ αἰτιατικὴν αὐτὸ μετάγουσι· καὶ ὁμοίως τούτοις ἐπὶ ἄλλης πτώσεως δοθὲν ἐπὶ ἄλλην αὐτὸ μεταφέρουσι. καὶ πόθεν τοῦτο συμβαίνει, φησὶ διὰ τὸ τόδε κοινὸν εἶναι πτώσεων πολλῶν· σημαίνει γὰρ καὶ τὸ ‘τόδε ὁ Σωχράτης’ καὶ τὸ ‘τόδε τὸν Σωχράτην’.