Ancient Greek
Page 171a18
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 18.1-2
Not analysed yet
Ἢ πῶς δεῖ ἐρωτᾶν, πλὴν διδόντα διαίρεσιν. Ἀποδείξας διὰ τῶν εἰρημένων ταὐτὸν εἶναι τὸ πρὸς τὴν διάνοιαν καὶ πρὸς τοὔνομα, ἔτι |δὲ καὶ ὅτι οὐ πάντες οἱ ψευδεῖς συλλογισμοὶ καὶ ἔλεγχοι εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἀνάγονται διὰ τὸ μὴ δυνατὸν εἶναι τοὺς ἔξω τῆς λέξεως ἀναχθῆναι εἰς ταῦτα, νῦν ὡς τινὸς εἰπόντος ὡς δύνατόν ἐστι πάντας τοὺς ἐλέγχους ἀναχθῆναι εἰς ταῦτα, εἰ κατὰ διαίρεσιν ἡ ἐρώτησις γίνοιτο, φησὶν ὡς πῶς οὖν δεῖ ἐρωτᾶν; ἢ καθ’ ὑμᾶς διὰ διαιρέσεως· εἰ γὰρ μὴ οὕτως αἱ ἐρωτήσεις προάγονται, ὥσπερ δὴ καὶ ἐλέχθησαν, οἷον ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν; ἆρ’ ὁ κύκλος σχῆμα;’ ,πάντως κατὰ διαίρεσιν λοιπὸν προαχθήσονται, ὅπερ ἐστὶ τὸ πλὴν διδόντα διαίρεσιν. εἶτα καὶ τὴν κατὰ διαίρεσιν ἐρώτησιν τίθησιν· οἱ γὰρ λέγοντες ἀνάγεσθαι πάντας τοὺς ἐλέγχους εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἴσως ἄν εἴποιεν, ὅτι ἀπὸ τοῦ μὴ κατὰ διαίρεσιν τὰς ἐρωτήσεις γίνεσθαι συμβαίνει μηδὲ τοὺς ἐλέγχους εἰς τὰ εἰρημένα ἀνάγεσθαι. τίς δὲ ἡ κατὰ διαίρεσιν ἐρώτησις καὶ πῶς εἰσαχθήσεται, σαφῶς παριστῶν φησιν εἶτ’ ἐρωτήσειέ τις εἰ ἔστι σιγῶντα λέγειν ἢ οὔ, ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δ’ ὡς ναί, τοιοῦτόν τι διὰ τούτων παριστῶν, ὡς ὁ διαιρετικῶς ἐρωτῶν οὐ προάγει τὴν ἐρώτησιν οὕτως, ὡς ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὗ, ἀλλὰ κατὰ τόνδε τὸν τρόπον· ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὐκ ἔστιν, ἀλλ’ ἔστι μὲν ὡς ἔστιν, ἔστι δ’ ὡς οὐκ ἔστι; τουτέστιν ἆρ’ ἔστι λέγειν σιγῶντα, ἢ ἀπλῶς μὲν ὁ σιγῶν οὐ λέγει, τρόπον δέ τινα ἔστι λέγειν τὸν σιγῶντα, τρόπον δέ τινα οὔ; τουτέστι κατὰ τὶ μὲν λέγει ὁ σιγῶν, κατὰ τὶ δ’ οὔ; φησὶν οὖν πρὸς τοῦτο ὁ Ἀριστοτέλης, ὡς κἂν κατὰ διαίρεσιν ἡ ἐρώτησις γένηται, οἱ συναχθησόμενοι πάλιν λόγοι, εἰς ἃ καὶ πρώην ἀνήγοντο, καὶ πάλιν εἰς ταὐτὰ ἀναχθήσονται, εἴς τε τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν, ὅπερ ἐδείχθη ταὐτόν. εἰ γὰρ ἐκ διαιρέσεως προβαίη ἡ ἐρώτησις καὶ ὁ μὲν ἀποκρινόμενος ἀποφήσει μὴ δυνατὸν εἶναι λέγειν τὸν σιγῶντα, ὁ δ’ ἐρωτῶν ἐπαγάγῃ συμπέρασμα ὡς δύναται λέγειν ὁ σιγῶν, δῆλον ὡς οὐ πρὸς τὴν διάνοιαν, τουτέστιν οὐ κατὰ τὴν διάνοιαν διειλέχθη τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν ἀλλὰ πρὸς τὸ ὄνομα. οἷον ὁ ἐρωτῶν οὕτως προήγαγε τὴν ἐρώτησιν, ὡς ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὑκ ἔστιν, ἀλλὰ τρόπον μέν τινα ἔστι, τρόπον δέ τινα οὐκ ἔστιν; ὁ δὲ ἀποκρινόμενος τὸ ‘οὐκ ῾οὐκ ἔστιν᾿ ἔφησε· δῆλός ἐστι διὰ τοῦ ‘οὐκ ἔστι᾿ τοῦτο εἰπών, ὡς οὐκ ἔστι λέγειν τὸν σιγῶντα· τὸ γὰρ ῾οὐκ ἔστι᾿ τοῦτο δηλοῖ, τὸ ‘οὐκ ἐνδέχεται κατὰ τὶ μὲν λέγειν τὸν σιγῶντα κατὰ τὶ δὲ μή, ἀλλ’ ἁπλῶς μὴ λέγειν᾿. ἄν οὖν ὁ ἀποκρινόμενος οὕτως εἴπῃ, τουτέσιν ‘οὐκ ἔστι λέγειν τὸν σιγῶντα᾿, ὁ δ’ ἐρωτῶν ὅτι ἔστι συλλογίσεται, φανερόν ἐστιν ὡς ἀπ’ ἄλλου μὲν σιγῶντος τὸ λέγειν ἀπέφησεν ὁ ἀποκρινόμενος, κατ’ ἄλλου δὲ ὁ ἐρωτῶν συνεπέρανε. τὴν <δὲ> λέξιν τὴν ἄρ’ οὐ πρὸς τὴν διείλεκται ὀξυτόνως ἀναγινώσκειν δεῖ καὶ κατὰ ἀπόφασιν, ἀλλ’ οὐχὶ κατὰ ἐρώτησιν. ἵν’ οὖν συντόμως ἐροῦμεν, τοῦτό ἐστιν ὅ φησιν, ὡς εἰ καὶ κατὰ διαίρεσιν καθ’ ὑμᾶς ἡ ἐρώτησις γίνοιτο, ἣν δὴ καὶ προλαβόντες εἰρήκαμεν, καὶ τῆς διαιρέσεως γενομένης ὁ μὲν ἀποκρινόμενος εἴπῃ μηδαμῶς λέγειν τὸν σιγῶντα, ἤτοι οὐδ’ ὅλως, ὁ δ’ ἐρωτῶν συμπερανεῖ λέγειν αὐτόν, ἄρ’ οὐ κατὰ τὴν διάνοιαν τοῦ ἀποκρινομένου διείλεκται, ἵν’ ᾖ τὸ ῾ἄρα᾿ συμπερασματικόν. καίτοι οὗτος ὁ λόγος, τουτέστιν ὁ παρὰ τὴν διάνοιαν, καὶ παρὰ τὸ ὄνομά ἐστιν· οὔτε γὰρ ἡ αὐτὴ διάνοια τοῦ ἐρωτῶντος καὶ τοῦ ἀποκρινομένου, οὔτε πρὸς τὸ αὐτὸ πρᾶγμα, πρὸς ὃ ἡ τοῦ ἀποκρινομένου ἀπόκρισις γέγονε, πρὸς ἐκεῖνο καὶ τὸ συμπέρασμα ἐξενήνεκται, κἀν τὸ αὐτὸ ὄνομα ἦν. ὥστε τὸ αὐτό ἐστι τό τε πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν. τὸ δὲ οὐκ ἄρα ἐστὶ γένος τι λόγων τὸ πρὸς τὴν διάνοιαν τοιοῦτόν ἐστιν, ἵνα καὶ τὸ πλῆρες τῇ λέξει προσθήσομεν· ἐπεὶ ἀπεδείχθη τὸ αὐτὸ εἶναι τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν, οὐκ ἔστι λοιπὸν τὸ γένος τῶν παρὰ τὴν διάνοιαν λόγων ἄλλο τῶν παρὰ τοὔνομα ἀλλὰ ταὐτό. ὁμοίως καὶ τὸ ἀλλ’ οἱ μὲν πρὸς τοὔνομά εἰσι τοιοῦτον, ὅτι ἀλλ’ οἱ μέν, ἤτοι τινὲς τῶν ψευδῶν συλλογισμῶν, πρὸς |τοὔνομα καὶ παρὰ τὴν διάνοιάν εἰσι, πλὴν οὐ πάντες εἰς ταῦτα ἔχουσι τὴν ἀναγωγήν. τὸ δὲ καὶ τοιοῦτοι οὐ πάντες τοιοῦτόν ἐστιν, οὐχ ὅτι οὐ πάντες οἱ ἔλεγχοι τοιοῦτοι, ἤτοι εἰς τὰ πολλάκις εἰρημένα ἀναγόμενοι, ἁ ἀλλ᾿ οὐδ’ οἱ φαινόμενοι ἔλεγχοι εἰς ταῦτα ἀνάγονται, τουτέστιν οὐ μόνον τοῦτό φημι, ὡς οὐκ ἀνάγονται πάντες ἁπλῶς οἱ ἔλεγχοι εἰς ταῦτα, ἀλλ’ οὐδ’ οἱ φαινόμενοι· τῶν γὰρ φαινομένων ἐλέγχων οἱ μὴ παρὰ τὴν λέξιν, τουτέστιν οἱ ἐκτὸς τῆς λέξεως, οἷον οἱ παρὰ τὸ συμβεβηκὸς καὶ οἱ λοιποὶ ἕξ, οὐκ εἰς τὴν διαίρεσιν ταύτην ἀνάγονται. ὥστε ματαία ἡ εἰσαγομένη διαίρεσις, ὡς τῶν αὐτῶν καὶ πάλιν ἀπ’ αὐτῆς ἀτόπων συναγομένων.