Ancient Greek
Page 171a28
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 28
Not analysed yet
Εἰ δέ τις ἀξιοῖ διαιρεῖν ὅτι λέγω δέ. Εἰπὼν ὡς οὐκ ἐγχωρεῖ τὰ σοφίσματα πάντα εἰς τὸ πρὸς τοὔνομα ἀνάγεσθαι καὶ παρὰ τὴν διάνοιαν, ἀπαντήσας δὲ καὶ πρὸς τοὺς ἴσως ἀντιπεσόντας καὶ φήσαντας δυνατὸν εἶναι διὰ τῆς διαιρέσεως ἀνάγεσθαι εἰς αὐτὰ καὶ δείξας, ὅτι κἂν δώσομεν πάντα εἰς ταῦτα ἀνάγεσθαι, ἀλλ’ οὖν πάλιν καὶ οὕτως οἱ παρὰ τὴν διάνοιαν καὶ οἱ πρὸς τοὔνομα οἱ αὐτοί εἰσι, νῦν εὐθύνει καὶ τὸν ἀξιοῦντα λόγον κατὰ διαίρεσιν ἐρωτᾶν. καὶ πειρᾶται ἀνατρέπειν αὐτὸν λέγων ὡς εἴ τις οὕτως ἀξιοῖ λέγων οὕτω καὶ ἐρωτῶν ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν; ἔστι δὲ σιγῶντα ὅ τε μὴ λαλῶν ἄνθρωπος καὶ τὰ σιγώμενα᾿ (τοῦτο γὰρ δηλοῖ διὰ τοῦ τὰ μὲν ὡδί, τὰ δ’ ὡδί· τὰ γὰρ οὕτως εἰσὶ σιγῶντα ὡς δύναμιν μὲν ἔχοντα τοῦ λαλεῖν, νῦν δὲ σιγῶντα, τὰ δὲ οὕτως ὡς μὴ πεφυκότα λαλεῖν), εἴ τις οὕτως ἐρωτᾷ, οὐ καλῶς ἀξιοῖ, ὅτι καίπερ τῆς ἀξιώσεως ἀπρεποῦς οὔσης ἐπὶ μὲν τῶν πολλαχῶς λεγομένων ἴσως ἄν τις κατὰ διαίρεσιν ἐρωτήσῃ, ἐπὶ δὲ τῶν μὴ πολλαχῶς πῶς ἐνδέχεται διαιρεῖν; ὃ γὰρ μὴ οἴεται πολλάκις αὐτὸς ὁ ἐρωτῶν ὁμώνυμον εἶναι ἀλλ’ ἀγνοεῖ, μάταιόν ἐστι διαιρεῖν αὐτὸν τοῦτο, μᾶλλον δὲ ἀδύνατον. ἄλλως τε καὶ παρὰ τὴν διαλεκτικὴν μέθοδον τὴν ἀξίωσιν ποιεῖται ὁ οὕτως ἐρωτῶν· διδασκόντων γάρ ἐστι τὸ διαιρεῖν ποσαχῶς λέγεται τὸ πρᾶγμα, οἷον ὀξὺ φέρε εἰπεῖν λέγεται καὶ ἡ φωνὴ καὶ ὁ ὄγκος, καὶ ὀξεῖα μὲν φωνή ἐστι τόδε, ὄγκος δὲ τόδε. τῶν διδασκόντων οὖν ἐστι τὸ διαιρεῖν. ἔπειτα ἐπεὶ πρὸς νίκην ἢ ἀπάτην τοῦ ἀποκρινο- μένου ὁρᾷ ὁ τὰς ἐρωτήσεις ποιούμενος, εἰ διαίρεσιν ποιησάμενος ἔροιτο, γνώριμον ποιήσει τῷ ἀποκρινομένῳ ποσαχῶς λέγεται μὴ εἰδότι μηδ’ ἐπεσκεμμένῳ ὅτι τοσαυταχῶς καὶ κατὰ τοσούτων καὶ τοιούτων λέγεται· γνωρίμου δὲ γενομένου ποσαχῶς τὰ σιγῶντα λέγεται καὶ τοῦ ἀποκρινο- μένου, εἰ τύχῃ, ἐπὶ τοῦ σιγῶντος ἀποφήσαντος, ἄν ὁ ἐρωτῶν ἐπὶ τὰ σιγώ- σιγώμενα μετενέγκοι τὸν λόγον, καταγέλαστος δόξειεν.