Ancient Greek
Page 182a21
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 21-4
Not analysed yet
Οὐδ’ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη. Εἰπῶν ὅτι ὥσπερ ὁ λέγων ἀρ’ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; οὐκ ἂν ἑλληνίζοι, οὕτως οὐδ’ ὁ λέγων “ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον;” (εἰ γάρ τις ἑλληνίζειν αὐτοὺς λέγει, συμβήσεται τὸ αὐτὸ καὶ θηλυκῶς καὶ ἀρρενικῶς καὶ οὐδετέρως λέγεσθαι), ἐπάγει τὸ οὐδ’ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη. ἐκ περιουσίας δέ ἐστι τὸ ἐπιχείρημα. τὸ δὲ διὰ τούτου λεγόμενον τοιοῦτόν ἐστι· κἂν δοίημεν τὸν Κορίσκον καὶ θηλυκῶς λέγεσθαι, οἷον καὶ οὗτος καὶ αὕτη, μὴ δοίη δὲ τοῦτο ὁ ἀποκρινόμενος, οὐ συλλελόγισται |τὸν σολοικισμόν, ἀλλὰ δεῖ ἐρωτῆσαι τὸν ἀποκρινόμενον. καὶ εἰ δίδωσι μὲν οὐ λέγεται δέ, γίνεται μὲν σολοικισμός, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον· εἰ δὲ μήτε λέγεται μήτε δίδωσι, οὔθ’ ἁπλῶς γίνεται οὔτε πρὸς τὸν ἀποκρινόμενον. ἐν δὲ τῷ ὁμοίως οὖν δεῖ κἀκεῖ λείποι ἄν τὸ ‘προσερωτηθῆναι εἰ δίδωσι’ τὸν λίθον σημαίνειν οὗτος. ἀνόμοιον δὲ πτῶσιν λέγει τὴν εὐθεῖαν πρὸς τὴν αἰτιατικήν, ὡς δῆλον πεποίηκε διὰ τοῦ ἐπαχθέντος. σαφῶς δὲ τὰ ἑξῆς ἀπαγγέλλει.