Ancient Greek
Page 182a37
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 37-3
Not analysed yet
Ἀλλ’ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὕτος. Ἐν τῇ πρώτῃ, φησίν. ἐρωτήσει τῇ ἆρα ἐπίστασαι τοῦτο; τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται, ἐν δὲ τῇ δευτέρᾳ ὡς ταὐτὸν τῷ οὗτος· ἀνόμοιος δὲ πτῶσις τὸ οὗτος καὶ τὸ τοῦτον· ὥστε οὐ συλλελόγισται. ἀλλὰ καὶ ἐν τῷ ἑξῆς σοφίσματι τῷ ἆρ’ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο; τὸ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται. ἐδόθη δ’, οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι οὐ τούτου ἀλλὰ τοῦτο· τὸ δὲ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται, ὥστε ἐπίστασαι τὸν λίθον.