Ancient Greek
Page 172b22
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 22-2
Not analysed yet
Στοιχεῖον δὲ τοῦ τυχεῖν ἢ ψεύδους τινός. Ὅπερ ἄνωθεν ἔλεγε, καὶ ἔτι τὸ αὐτό φησι. σαφέστερον δὲ νῦν τὸν λόγον μεταχειρίζεται λέγων ἀρχὴν εἶναι καὶ οἱονεὶ στοιχεῖον τοῦ ἐλέγξαι τινὰ ψεῦδος ἢ ἄδοξον λέγοντα τὸ μὴ δῆλον ποιεῖν τὸ βούλημα μηδὲ τὸ πρόβλημα τιθέναι καὶ ἐρωτᾶν, ἀλλὰ λέγειν μὴ πειραστικῶς διαλέγεσθαι, ἐρωτᾶν δὲ χάριν μαθήσεως· τὸ γὰρ λέγειν σε μαθητείας χάριν προσδιαλέγεσθαι πολλὴν παρέξει ἀφθονίαν εἰς τὸ ἀπατῆσαι αὐτὸν μὴ προορῶντα τὸ συμβησόμενον. ἔτι πρὸς τὸ ψευδῶς τινα ἀπελέγχειν μέθοδος ἥδε, ἥτις καὶ σοφιστική ἐστι· τὸ γὰρ τιθέναι τι πρόβλημα, εἶτα τούτου μὲν ἀναχωρεῖν ἐπ’ ἄλλα δέ τινα κατατρίβειν μὴ ἀναγκαῖα τῷ προβλήματι λόγων δ’ εὐπορίαν τῷ ἐρωτῶντι διδόντα σοφιστικὸν ἔργον ἐστίν. ἔστι δὲ τοῦτο ποιεῖν καὶ καλῶς καὶ τοὐναντίον· εἰ μὲν γὰρ πρὸς ἀναγκαῖα τῷ προβλήματι τὸν λόγον μετέφερον, καλῶς ἄν ἐποίουν· νῦν δὲ μὴ ποιοῦντες οὕτως οὐ δοκοῦσι καλῶς ποιεῖν τὴν μεταφοράν. ὡς γὰρ ἐν τοῖς Τοπικοῖς ἐδίδαξε, χάριν τεσσάρων ἀναχωρεῖ τις τοῦ προβλήματος, ἢ χάριν κρύψεως ἢ χάριν ὄγκου ἢ “ἐπαγωγῆς χάριν τοῦ δοθῆναι τὸ καθόλου” ἢ ‘‘πρὸς τὸ σαφέστερον γενέσθαι τὸν λόγον”· εἰ δὲ μηδὲν τούτων γένηται, οὐ καλῶς τέ εἰσι τὰ τοιαῦτα εἰλημμένα καὶ σοφιστική ἐστιν ἡ διάλεξις.