Ancient Greek
Page 172b9
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 9
Not analysed yet
Καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φ¦αινομένων. Πέντε τινῶν στοχάζεσθαι κατ’ ἀρχὰς τῆς παρούσης πραγματείας ἔφη τοὺς σοφιστάς, τοῦ πειρᾶσθαι ἐλέγχοντας φαίνεσθαι καὶ τοῦ εἰς ψεῦδος ἄγειν τὸν προσδιαλεγόμενον, τοῦ παράδοξον αὐτὸν ἐλέγχειν λέγοντα, τέταρτον σολοικίζειν ποιεῖν καὶ πέμπτον ἀδολεσχοῦντα ἀποδεικνύειν τὸν ἀποκρινόμενον. καὶ περὶ μὲν τοῦ πῶς σπουδάζουσιν ἔλεγχον φαινόμενον ποιεῖν εἴρηκε, καὶ τὸν λόγον συγκεφαλαιούμενος καὶ αὐτὸς τοῦτο δηλοῖ· λέγει γὰρ περὶ μὲν οὖν τῶν φαινομένων ἐλέγχων εἴρηται. νῦν δέ, ὃ δεύτερον αὐτοῖς σπουδάζεται ἔστι δὲ τοῦτο τὸ ἀποδεικνύναι ψευδόμενον τὸν προσδιαλεγόμενον), διέξεισι, καὶ φησὶ πρῶτον μὲν γίνεσθαι τοῦτο ἐκ τοῦ πυνθάνεσθαί πως, τουτέστι κρυπτικῶς. οὐ γὰρ ἀπλῶς τις προάγων τὴν ἐρώτησιν ἐλέγξει ψευδόμενον τὸν ἀποκρινόμενον· ἐκ δὲ τοὐ πῶς ἐρωτᾶν, τουτέστι μετ’ ἐπικρύψεως, καὶ διὰ τῆς τοιᾶσδε ἐρωτήσεως συμβαίνει τοῦτο μάλιστα· τὸ γὰρ μὴ ὑποθέμενον πρόβλημα ὡρισμένον ποιεῖσθαι τὴν ἐρώτησιν θηρευτικόν ἐστι τοῦ σπουδαζομένου. οἷον εἴ τις θέλων κατασκευάσαι καλὸν τὸ ἐν ἀγορᾷ συνουσιάζειν μὴ ἁπλῶς ὁρίσαιτο τὸ λεγόμενον, ἀλλ’ οὕτω πὼς εἴπῃ κρυπτικῶς ‘ἆρά γε ὃ ἀπλῶς καλόν, καὶ πῇ οὐκ ἔσται καλόν;’ · εἶτα τοῦτο δόντος τοῦ ἀποκρινομένου κατασκευάζεται ὃ βούλεται ὁ ἐρωτῶν. ὅταν γὰρ μὴ ὡρισμένον ᾖ τὸ περὶ οὗ ὁ ἐρωτῶν βούλεται συλλογίσασθαι, ἁμαρτάνουσιν οἱ ἀποκρινόμενοι εἰκῆ λέγοντες. οὐ μὴν ἀλλὰ κἄν ὡρισμένον εἴη τὸ πρόβλημα, ἔσται πάλιν τὸ εἰς ἄδοξον ἀγαγεῖν τὸν ἀποκρινόμενον, εἴ τις πολλὰ ἐρωτᾷ. καὶ ἔοικεν ἐλλειπτικὴ εἶναι ἡ λέξις· εἴη δ’ ἄν ὁλόκληρος, εἰ οὕτως ληφθείη· τό τε ἐρωτᾶν πολλά, κἄν ὡρισμένον ᾖ πρὸς ὃ διαλέγεται, εἰς ἄδοξον δύναται ἀγαγεῖν. ἐπὶ τούτῳ καὶ τοῦτο κατορθοῖ τὸ σπουδαζόμενον, τὸ ἀξιοῦν τὸν ἀποκρινόμενον λέγειν τὰ δοκοῦντα τοῖς πολλοῖς. πλὴν ὅταν ᾖ, φησίν, ὡρισμένον τὸ πρόβλημα, ἧττον κακουργεῖν οἱ σοφιστεύοντες δύνανται, κἂν πολλά τινα ἐρωτῶσιν· ἧττον γὰρ ἀπατηθήσεταί τις παρὸ πρότερον, ὅταν ἀόριστον καὶ ἄγνωστον εἴη τῷ ἀποκρινομένῳ τὸ πρὸς ὃ διαλέγεται. πῶς δέ, φησίν, ἥττονα τότε δύνανται κακουργεῖν, διότι, εἰ οἶδεν ὁ ἀποκρινόμενος τὸ πρόβλημα, εἰ ἐναχθείη εἰς ἄτοπόν τι παρὰ τοῦ ἐρωτῶντος, εὐθὺς ἀπαιτεῖ καὶ φησὶ τί τοῦτο πρὸς τὸ προκείμενον; ῾.