Ancient Greek
Page 172b29
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 29
Not analysed yet
Πάλιν πρὸς τὸ παράδοξα λέγειν σκοπεῖν. Πῶς ἄν τις εἰς τὸ φαινόμενον ψεῦδος τὸν ἀποκρινόμενον ἀπενέγκοι, εἰπὼν νῦν καὶ περὶ τῆς εἰς παράδοξον ἀπαγωγῆς φησιν. εἰ βούλει γάρ, φησί, ποιεῖν τὸν ἀποκρινόμενον παράδοξα λέγειν, σκόπει καὶ ἐξέταζε ὁποῖός τίς ἐστιν οὗτος καὶ ποίας αἱρέσεως καὶ ποίου δόγματος ἀντέχεται τῆς φιλοσοφίας, εἰ Περιπατητικός ἐστιν ἢ Στωικός· καὶ εἰ Περιπατητικός ἐστιν, ἐρεύνα ὅπερ εἶπον οὗτοι παράδοξον καὶ ἐναντίον τοῖς λοιποῖς, οἷον ὅτι πέμπτου σώματός ἐστιν ὁ οὐρανός, καὶ ἐρώτα τοῦτο, εἶτα παράγαγε τοὺς πολλούς· τούτοις γὰρ ἀνόητον πάντῃ καὶ παράδοξον τὸ τοιοῦτον φανεῖται. ὅτι δὲ ἑκάστη αἵρεσις ἔχει τι παράδοξον, ἐδήλωσεν εἰπὼν ἔστι γὰρ ἐν ἑκάστοις τι τοιοῦτον. ἀρχὴ δὲ καὶ τοῦ εἰς παράδοξον ἄγειν τὸν ἀποκρινόμενον τὸ μὴ ἁπλῶς καὶ ἀνακεκαλυμμένως καὶ φανερῶς καὶ χωρὶς ἐπικρύψεως τιθέναι τὰ τῶν αἱρέσεων παράδοξα ἀλλὰ μέσον τῶν προτάσεων· ἐπεὶ γάρ, εἰ ἐρωτηθείησαν ἀνέδην, ἴσως οὐκ ἂν αὐτὰς ὁμολογήσειαν διὰ τοὺς πολλούς, δεῖ τὰς παραδόξους τῶν οἷς προσδιαλεγόμεθα ἃς καὶ παρὰ τοὺς πολλοὺς δογματίζουσι, παραλαμβάνειν ἐν ταῖς προτάσε|σιν. οὐκ ἦν δὲ ἄρα ὁ Σταγειρίτης εἰς τὸ παραδιδόναι μέθοδον f. 33v τῇ ἀπάτῃ μόνον δεινός, ἀλλὰ καὶ λύσιν τούτου παρασχεῖν πολὺ δυνατώτερος. εἰ γοῦν τις, ὦ Περιπατητικέ, φησίν, εἰς παράδοξόν σε ἄγει πέμπτου σώματος τὸν οὐρανὸν λέγοντα, φάθι τούτῳ μὴ διὰ τὸν σὸν λόγον μηδὲ διὰ τὰς σὰς ἀποδείξεις τοῦτο συμβῆναι ἀλλὰ διὰ τοὺς πολλοὺς προκατει- λημμένους ἑτέρω δόγματι· καὶ γὰρ καὶ πᾶς ὁ ἀγωνιζόμενος τοῦτο καὶ βούλεται, τὸ λέγειν μὴ δι’ ἑαυτὸν καὶ τὴν τούτου ἀπόκρισιν νομισθῆναι παράδοξον λέγειν ἀλλὰ διὰ τοὺς πολλούς.