Ancient Greek
Page 165a24a
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 24a
Not analysed yet
Ἔστι δ΄ ὡς ἓν πρὸς ἓν εἰπεῖν ἔργον. Εἰπὼν ὁποία ἐστὶν ἡ τῶν σοφιστῶν σοφία, ὅτι φαινομένη σοφία, καὶ ὁποῖον τὸ ἔργον αὐτῶν, ὅτι τὸ δοκεῖν ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον, νῦν προστίθησι καὶ τὸ τῶν ἀληθῶν σοφῶν ἔργον. ἵνα γὰρ μή τις εἴπῃ ‘πῶς δὲ καὶ τίνα τρόπον ἐρωτᾶν καλῶς, ὡσαύτως καὶ ἀποκρίνεσθαι γνόντες οὐχ ἁλωθείημεν τοῖς ἐπιχειροῦσι σοφίζεσθαι;’ ,φησὶ τῶν ἐπιστημόνως ἐρωτώντων καὶ ἀποκρινομένων τοῦ μὲν ἐρωτῶντός ἐστιν ἔργον τὸ ἀψευδεῖν περὶ τὰς ἐρωτήσεις καὶ τὸν ἀποκρινόμενον ἐμφανίζειν ψευδόμενον, εἴ που κακῶς καὶ ψευδῶς ἀποκρίνεται, τοῦ δ’ ἀποκρινομένου τὸ ἐμφανίζειν, εἴ που δια- ψεύδεται ὁ ἐρωτῶν. καὶ τὸ μὲν ἐμφανίζειν τὸν ψευδόμενον, ὅπερ ἐστὶν ἔργον τοὐ ἀποκρινομένου, ἐν τῷ δύνασθαι ὑπέχειν λόγον ἐστίν· ὁ γὰρ εἰδώς, εἴτε πολλαχῶς εἴτε μοναχῶς τὰ πράγματα λέγεται, τὸν ἐρωτῶντά τι τῶν πολλαχῶς ὡς μοναχῶς λεγόμενον οὐ συγχωρήσει τοῦτον ἀπατῆσαί τε καὶ σοφίσασθαι. τὸ δὲ ἀψευδεῖν ἐν τῷ λαμβάνειν, ὅ ἐστι τοῦ ἐρωτῶντος· ὁ γὰρ δυνάμενος καλῶς ἐρωτᾶν οὐδέποτε πρότασιν ἐρωτήσει ἀφ’ ἧς συμβήσεται τὰ ἐναντία λέγειν ἑαυτῷ· ὡς γὰρ ἐρωτῶν καλῶς οὐ δι’ ἑαυτὸν δείκνυσι τἀναντία συμβαίνειν, ὡς εἰδὼς ἐρωτᾶν ἀναμαρτήτως, ἀλλὰ διὰ τὸν ἀποκρινόμενον.