Ancient Greek
Page 165a24b
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 24b
Not analysed yet
Ἔστι δ᾿ ὡς ἓν πρὸς ἕν. Ἵνα συνελὼν εἴπω ὡς ἓν πρὸς ἓν τὰ ἀμφοτέρων ἔργα, τοὐ μὲν καλῶς ἐρωτῶντος ἔργον ἐστὶ τὸ λαμβάνειν προτάσεις κυρίας καὶ μὴ ἀμφιβόλους, τοῦ δέ γε ἀποκρινομένου ἔργον ἐστὶ τὸ δύνασθαι τὸν ἐρωτῶντα ἐλέγχειν ψευδόμενον· τὸ δὲ δύνασθαι τὸν ψευδόμενον ἐλέγχειν γίνεται παρὰ τὸ εἰδέναι τά τε ὁμώνυμα καὶ ἀμφίβολα καὶ τἄλλα δι’ ὧν ἀπατᾶν πειρᾶται ὁ ἐρωτῶν. ἢ τοίνυν τὸ ἓν πρὸς ἓν οὕτω νοητέον ἢ καὶ οὕτως ὀφείλει νοεῖσθαι· ὅτι ἐπειδή με ἐρωτᾶν βούλει, γίνωσκε ὅτι, εἰ θέλεις μὴ παρατραπῆναι, ἐρώτα καλῶς καὶ ἀληθῶς, ὅπερ ἐστὶν ἔργον τοῦ ἐπιστημόνως ἐρωτῶντος, καὶ σπούδαζε τὸν ψευδόμενον ἐλέγχειν δι’ ὧν εἴπομεν, ὅπερ ἐστὶν οἰκεῖον ἔργον τοῦ ἐπιστημόνως ἀποκρινομένου. ἢ τοίνυν κατὰ τὸ πρῶτον νοητέον τὸ ἓν πρὸς ἓν ἢ κατὰ τὸ δεύτερον· †σῴζει γὰρ καὶ ἐπὶ τούτου· δύο γάρ τινα εἶπε, τό τε πῶς δεῖ ἀποκρίνεσθαι |καὶ τὸ ἐρωτᾶν. Ταῦτα δὴ εἰπὼν ὑπομιμνήσκει ἡμᾶς ὧν ἔδειξε· καὶ γὰρ ὅτι ἔστι τοιοῦτον εἶδος λόγων, ὅπερ οἱ σοφισταὶ διώκουσιν, συνέστησεν ἐν οἷς καὶ τὴν ὁμωνυμίαν παρέθετο, προσθεὶς καὶ τὴν αἰτίαν δι’ ἣν ἐφίενται τῆς τοιαύτης τῶν λόγων δυνάμεως ὡς εὐχεροῦς καὶ ῥᾳδίας, καὶ ὅτι ἡ τοιαύτη δύναμις τῆς ἔριδος ποιεῖ τὸν φαινόμενον σοφόν, δι’ οὗ τυγχάνουσιν οἱ σοφιστάὶ τὴν προαίρεσιν ἔχοντες. συνίστησι δὲ τρόπον τινὰ διὰ τούτων ὁ Ἀριστοτέλης ὅτι ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ κατ’ ἀλήθειαν καὶ ἐπιστημονικῶς καὶ τοῦτο εἰδέναι τὸ εἶδος τῶν λόγων τὸ παρὰ τοῖς σοφισταῖς σπουδαζόμενον. πῶς γὰρ τὸ ἀγνοούμενον ἐλεγχόμενον ἔσται; ἀλλὰ δῆλον ὅτι τὸ γινωσκόμενον. εἰ γὰρ ἡ ἀπειρία καὶ ἡ ἄγνοια τῶν τοιούτων λόγων τῆς φαντασίας αἰτία, δῆλον ὡς ἡ γνῶσις αὐτῶν ἅμα τῇ γνώσει καὶ ἔλεγχός ἐστι. ταῦτα δείξας ἐπὶ τούτοις προτίθεται εἰπεῖν περὶ οὗ ἡ προκειμένη πραγματεία• ἔστι δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων, πῶς τε γίνονται καὶ διὰ τίνων.