Ancient Greek
Page 165a34
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 34
Not analysed yet
Πόσα δέ ἐστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν. Εἰσβάλλει νῦν εἰς τὴν τῶν σοφιστικῶν ἐλέγχων διδασκαλίαν, καὶ ζητεῖ πρότερον ’πό σὰ εἰσὶν εἴδη τῶν λόγων τῆς σοφιστικῆς καὶ ἐκ πόσων συνέστηκε τὸ σοφιστεύειν. τὸ δὲ πόσα ἐστὶν εἴδη τῶν λὁγων καὶ ἐκ πόσων τὸν ἀριθμὸν ἢ ἐκ παραλλήλου κεῖται, ἢ τὸ μὲν πόσα ἀντὶ τοῦ τίνα εἰσὶ τὰ εἴδη τῶν σοφιστικῶν ἐλέγχων, ἅπερ εἰσὶ δύο, τὰ παρὰ τὴν λέξιν καὶ τὰ ἔξω τῆς λέξεως, τὸ ἐκ πόσων δὲ ἀντὶ τοῦ ‘πόσα μέρη ἑνὸς ἑκάστου τῶν τοιούτων εἰδῶν῾· μέρη γὰρ τῶν εἰδῶν τὰς ὑποδιαιρέσεις τῶν εἰδῶν λέγει. δύναται τὸ καὶ πόσα μέρη τῆς πραγματείας τυγχάνει λέγειν ὡς ἴσον τῷ ‘καὶ πόσων οἱ σοφισταὶ στοχάζονται‘· οὐ γὰρ μόνον τοῦ ἐλέγχειν δοκεῖν ἀλλὰ καὶ ἄλλων τινῶν, ἃ μετ’ ὀλίγον ἐρεῖ. δύναμιν δὲ λέγει τὴν σοφιστικήν, ἤτοι ὅτι μὴ τέχνη μηδ’ ἐπιστήμη• περὶ τἀληθῆ γὰρ ἐκείνων ἑκατέρα, ἥ τε τέχνη “ἕξις οὖσα μετὰ λόγου ἀληθοῦς ποιητική’’ καὶ ἡ ἐπιστήμη ἕξις ἀποδεικτικὴ περὶ τὸ ἀεὶ ὡσαύτως ἔχον· ἢ τέχνην εἶπε τὴν σοφιστικὴν κοινῶς καὶ γενικῶς, ἤτοι δυνάμει· λέγει γὰρ αὐτὴν καὶ τέχνην κοινότερον χρώμενος τῷ τῆς τέχνης ὀνόματι.