Ancient Greek
Page 171b3
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 3
Not analysed yet
Ἔτι τὸ φάναι ἢ ἀποφάναι ἀξιοῦν. Ἔτι ἀναιρεῖ τοὺς κατὰ διαίρεσιν ἐρωτῶντας, καὶ φησί· τὸ τὴν πρότασιν τάσιν οὕτως ἐρωτᾶν ὡς ἀναγκάζεσθαι τὸν ἀποκρινόμενον ἢ τὸ ῾ναί᾿ ἢ τὸ ῾οὔ᾿ λέγειν (ταῦτα γὰρ εἶπε φάναι ἢ ἀποφάναι) οὐ δεικνύντος ἀλλὰ πεῖραν λαμβάνοντος τοῦ ἀποκρινομένου εἰ γινώσκει τὸ ἐρωτώμενον. πῶς οὖν ἐνδέχεται τὸν ἀπόπειραν ποιούμενον διαιρεῖν καὶ διδάσκειν τὸν ἐρωτώμενον ὃ ζητεῖ μαθεῖν εἰ οἶδεν; ἡ γὰρ πειραστικὴ οὐ διδασκαλική ἐστιν, ἵνα δῆλα ποιῇ τὰ πράγματα, ἀλλὰ διαλεκτική τις, ὡς καὶ ἐν τοῖς προρρηθεῖσιν εἴπομεν, καὶ θεωρεῖ οὐ τὸν εἰδότα ἀλλὰ τὸν προσποιούμενον εἰδέναι ἀγνοοῦντα δέ.