Ancient Greek
Page 171b6
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 6-3
Not analysed yet
῾Ο μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός ἐστιν. Ἐμφήνας διὰ τοῦ εἰπεῖν, ὅτι ἡ πειραστικὴ διαλεκτική τίς ἐστιν, ὅτι μὴ ταὐτόν ἐστι πειραστικὴ καὶ διαλεκτικὴ ἀλλὰ διάφοροι, ἀκολούθως τὴν διαφορὰν αὐτῶν παραδίδωσι, καὶ τὸν μὲν κατὰ τὰ κοινὰ θεωροῦντα τὸ πρᾶγμα (οὔτω γάρ ἐστι τὸ ἐξῆς τῆς λέξεως· [ὡς] κοινὰ δὲ λέγει πᾶσιν ἡ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς), τοῦτον καλεῖ διαλεκτικόν, τὸν δὲ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ πειραστικόν (τοῦτο γὰρ λείπει), τὸν ἐκ τῶν φαινομένων ἐνδόξων μὴ ὄντων δὲ σοφιστικὸν καὶ ἐριστικόν. πῇ δὲ διαφέρει ὁ σοφιστικὸς τοῦ ἐριστικοῦ, μετ’ ὀλίγον ἐρεῖ.