Ancient Greek
Page 174b33
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 33
Not analysed yet
Πρὸς δὲ τοὺς ἀπαιτοῦντας πρός τι ἐπιχειρεῖν, ἐπειδὴ δοκεῖ. Έπειδὴ πολλάκις οἱ ἀποκρινόμενοι τὰς προτεινομένας αὐτοῖς ὑπὸ τῶν ἐρωτώντων προτάσεις οὔτε παντελῶς ἀπαρνοῦνται οὔτε διδόασιν, ἀξιοῦσι δὲ τοὺς προτείνοντας δεικνύναι καὶ δίκαιον δοκεῖ τοῖς ἀκροαταῖς τὴν αἰτίαν λέγειν, διὰ τί ἐστι τοιαύτη, ὡς αὐτοὶ ἤροντο, καὶ οὐ τοὐναντίον, οἷον διὰ τί κινεῖται ἡ ψυχή, ἀλλ’ οὐ μᾶλλον ἀκίνητός ἐστιν, ἐπειδὴ οὖν ἀξιοῦσιν οἱ ἀποκρινόμενοι τοὺς ἐρωτῶντας συνιστᾶν τὰς ἐρωτωμένας ὑπ’ αὐτῶν προτάσεις, λέγει μὴ δεῖν ἄγειν ἐπὶ τὸ καθόλου τὸν ἔλεγχον· εὑρήσει γὰρ ἔνστασιν ἐπὶ τούτῳ. οἷον εἰ ἤρετό τις ἰού δοκεῖ σοι τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους τὴν αὐτὴν εἶναι ἐπιστήμην;’ ,ὁ δὲ ἀποκρινόμενος ἔφησεν οὒ καὶ ἀπαιτεῖ τὸν ἐρωτήσαντα τὴν πρότασιν δεῖξαι τοῦτο, ἐνδέχεται, φησί, τὸν ἐρωτῶντα δεῖξαι τὴν πρότασιν ἀξιούμενον μὴ οὕτως εἰπεῖν· ἡρμοσμένου καὶ ἀναρμόστου ἡ αὐτὴ ἐπιστήμη καὶ ὀξέος καὶ βαρέος· . ἡ μουσικὴ γάρ· ἀλλὰ καὶ περιττοῦ καὶ ἀρτίου· ἡ ἀριθμητικὴ γάρ· ἀλλὰ καὶ συμμέτρου καὶ ἀσυμμέτρου· ἡ γεωμετρικὴ γάρ· πάντων ἄρα τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, ὥστε καὶ τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους· †ἐνστάσεως γὰρ πρὸς τὸ καθόλου λέγων ὅτι γνωστοῦ καὶ ἀγνώστου ὄντων ἐναντίων οὐκ ἔστιν ἡ αὐτὴ ἐπιστήμη, ὥστε οὐ πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη· εἰ δὲ μὴ πάντων, οὐδὲ ὑγιεινοῦ καὶ νοσώδους· τί γὰρ κωλύει, ὥσπερ οὐκ ἔστι γνωστοῦ καὶ ἀγνώστου ἡ αὐτή, οὕτως μηδὲ ὑγιεινοῦ καὶ νοσώδους εἶναι τὴν αὐ|τήν; δεῖ οὖν μὴ περὶ τὸ καθόλου ἀλλὰ περὶ τὰ καθ’ ἕκαστα f. 38v διατρίβειν λέγοντα, εἰ μὴ τοῦ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἐπιστήμη, οὐδὲ ἀρτίου καὶ περιττοῦ ἡ αὐτὴ ἔσται· ἀλλὰ μὴν ἀρτίου καὶ περιττοῦ ἡ αὐτή· καὶ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἔσται καὶ οὐχ ἡ αὐτὴ κατὰ σέ· συναληθεύσει ἄρα ἡ ἀντίφασις, καὶ ὃ ἔφησας μὴ εἶναι, τοῦτο καὶ ἔσται καὶ οὐκ ἔσται. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη. ἡ δὲ λέξις ἡ λεχθέντων δ’ ἐνίων εὐφυλακτότερον τὸ καθόλου συμβαῖνον ἐν τοῖς ἐλέγχοις πάνυ ἀσαφής, καθὸ τὸν δὲ σύνδεσμον ἐκ περιττοῦ συμβαίνει κεῖσθαι καὶ διὰ τὸ ἐλλείπειν τινά. ἦν δ’ ἂν σαφής, εἰ οὕτως εἶχε· λεχθέντων δὲ ἐνίων εὐφυλακτότερον τοῦ τὸ καθόλου συμβαῖνον ἐν τοῖς ἐλέγχοις τὸ λέγειν τὴν ἀντίφασιν. καὶ εἴη ἀν’ τὸ λεγόμενον τοιοῦτον· λεχθέντων ἐνίων, οἷον ἡρμοσμένου καὶ ἀναρμόστου καὶ περιττοῦ καὶ ἀρτίου ἡ αὐτὴ ἐπιστήμη, τούτων λεχθέντων εὐφυλακτότερόν ἐστι καὶ ἀσφαλέστερον εἰς τὸ ἐλέγξαι τὸν ἀποκρινόμενον (τὸ γὰρ ἐν τοῖς ἐλέγχοις ἀντὶ τοῦ ‘ὅτε ἐλέγξαι βουλόμεθα’) τὸ εἰπεῖν ‘ἀλλὰ μὴν τούτων οὕτως ἐχόντων ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἐπιστήμη ἔσται· ἔστι δὲ κατὰ σὲ καὶ οὐχ ἡ αὐτή· συναληθεύσει ἄρα ἡ ἀντίφασις’. εὐφυλακτότερον οὖν τὸ λέγειν ὅτι συναληθεύσει ἡ ἀντίφασις τοῦ λέγειν τὸ καθόλου συμβαῖνον, ἤτοι τοῦ λέγειν ὅτι συμβαίνει τούτων κειμένων τὸ καθόλου· ἔστι δὲ τὸ καθόλου τὸ πάντων τῶν ἐναντίων τὴν αὐτὴν ἐπιστήμην εἶναι ἢ οὐχὶ τὴν αὐτήν.