Ancient Greek
Page 174b38
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 38
Not analysed yet
Οὐ δεῖ δὲ τὸ συμπέρασμα. Ἐξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις, καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστικαῖς διατριβαῖς, εἴρηται. καὶ ἄμφω ἃ νῦν λέγει καὶ ἐν τοῖς προλαβοῦσιν ἐδίδαξε, καὶ νῦν δὲ σαφέστερον αὖθις αὐτὰ ἐκτίθησιν. οὐ δεῖ, φησίν, ἐπί τινων τὸ συμπέρασμα προτατικῶς προάγειν, τουτέστι κατ’ ἐρώτησιν, τησιν, ἀλλὰ οἱονεὶ συμπεραντικόν. τὸ δὲ ἔνια δ’ οὐκ ἐρωτητέον τινὲς μὲν ἐπὶ τῶν συμπερασμάτων λέγουσιν, ὡς οὐ δεῖ τὰ συμπεράσματα ἐρωτηματικῶς προάγεσθαι. τὸ δ’ ἀληθὲς μᾶλλον ἔχει, ὡς διὰ τὰς προτάσεις εἴρηται· τινὰς γὰρ τῶν προτάσεων οὐ δεῖ ἐρωτᾶν ἀλλὰ λαμβάνειν ὡς ὁμολογουμένας.