Ancient Greek
Page 172b36
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 36-3
Not analysed yet
Ἔτι δ’ ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν. Ἔτι περὶ τοῦ πῶς ἄν τις παράδοξα ποιήσῃ λέγειν τὸν ἀποκρινόμενον διδάσκει. φησὶν οὖν ὅτι, ἐπειδὴ ἄλλα μὲν πολλάκις βουλόμεθα, ἄλλα δὲ δοξάζομεν, οἷον βουλόμεθα μὲν πάντες πλουτεῖν, εὐεκτεῖν, δοξάζεσθαι, δοξάζομεν δὲ καλὸν εἶναι πένεσθαι καὶ νοσεῖν, ὁπόταν οὖν διαλέγῃ μετά τινος, σκόπει εἰ ἀπὸ τῶν βουλήσεων τῶν πολλῶν διαλέγεται· οἷον εἰ λέγει κατὰ τὴν τῶν πολλῶν βούλησιν καλὸν τὸ ζῆν ἡδέως, καλὸν τὸ πλουτεῖν αἰσχρῶς, ἐπιχείρει σὺ ἀπὸ τῶν φανερῶν δοξῶν φάσκων καλὸν εἶναι τὸ σωφρονεῖν, τὸ τεθνάναι καλῶς, τὸ πένεσθαι δικαίως· φαίνεται γὰρ ἅπασι τοῦτο. καὶ οὕτως εἰς παράδοξον ἄξεις τὸν προσδιαλεγόμενον, εἰ μὲν κατὰ τὰς βουλήσεις ἀπόκρισιν διδῷ, τὰς φανερὰς δόξας σοῦ ἀντιτιθέντος αὐτῷ, εἰ δὲ κατὰ τὰς φανερὰς δόξας ἀποκρίναιτο, ἀντιπαριστῶντος σοῦ τὰς ἀποκεκρυμμένας, τουτέστι τὰς βουλήσεις· ταύτας γὰρ κρυπτὰς καὶ ἀφανεῖς δόξας ἔχομεν.