Ancient Greek
Page 170a5
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 5
Not analysed yet
Ἕτι τὸ μὴ ἐπὶ τοῦ πράγματος. Καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τρόπος σοφιστικός· τοῦτον γὰρ δηλοῖ λέγων τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου συμβαῖνον, διότι τὸ ἔστιν ἄρα σιγῶντα λέγειν᾿ οὐκ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου συμβαίνει. καὶ οὗτος δῆλον ὅτι παρὰ τὸ μόριόν ἐστι τοῦ ἀληθινοῦ λόγου. καὶ ὁ παρὰ τὸ πῇ καὶ ἁπλῶς παρὰ τὸ μόριόν ἐστι τοῦ ἐλέγχου· τοῦτον γὰρ σημαίνει διὰ τοῦ εἶτ’ ἀντὶ τοῦ καθόλου τὴν ἀντίφασιν. καὶ τὸ μὲν καθόλου τέθεικεν ἀντὶ τοῦ ἁπλῶς, τὴν ἀντίφασιν δὲ ἀντὶ τοῦ πῇ· δόντων γὰρ ἡμῶν ἁπλῶς ὅτι ὁ Αἰθίοψ μέλας, συνάγει ὅτι τοὺς ὀδόντας λευκός, ἤτοι πῇ λευκός· ἢ πάλιν λεγόντων ‘οὐδεὶς ἐπιορκῶν ἅμα εὐορκεῖ᾿ ἐπιφέρει ‘ὀμόσας τις ἐπιορκήσειν ἐπιώρκησεν· ἅμα ἄρα ἐπιορκεῖ καὶ εὐορκεῖ᾿. ὅτι δὲ καὶ οἱ μὴ κατὰ ταὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ παρ’ ἁ τὸ ἐπί τι παρὰ τὰ μόριά εἰσι τοῦ ἀληθινοῦ λόγου, παντί που δῆλον καὶ εἴρηται πολλάκις καὶ οὐ δεῖ πάλιν μηκύνειν.