Ancient Greek
Page 170a8
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 8
Not analysed yet
Ἔτι παρὰ τὸ τὸ ἐν ἀρχῇ μὴ ἐναριθμουμένου. Τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν ὅτι παρὰ τὸ μόριόν ἐστι τοῦ ἀληθινοῦ συλλογισμοῦ καὶ διὰ ἔλλειψιν τοῦ ἀληθοῦς γίνεται ἐλέγχου, πολλάκις εἴρηται. οὕτως οὖν δείξας διὰ τῆς ἐπαγωγῆς ὅτι παρὰ τὰ μόρια τοῦ ἀληθινοῦ συλλογισμοῦ τὸ ψεῦδος καὶ οἱ φαινόμενοι ἔλεγχοι γίνονται, συμπεραίνεται λέγων ὥστε ἔχομεν παρ’ ὅσα γίνονται οἱ παραλογισμοί· παρὰ πλείονα μὲν γὰρ τῶν τρόπων τούτων οὐδεὶς ἂν γένοιτο, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες.