Ancient Greek
Page 172b5
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 5-2
Not analysed yet
τρόποι μὲν οὖν εἰσιν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων. Εἰπὼν πόσοι εἰσὶν οἱ σοφιστικοὶ ἔλεγχοι, καὶ ἀναγαγὼν αὐτοὺς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ πρὸς τοὺς διαιροῦντας αὐτοὺς εἰς τοὺς πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἀπομαχεσάμενος, ἔτι γε μὴν καὶ διαφορὰν πειραστικοῦ καὶ ἐριστικοῦ παραδούς, καὶ αὐτὸν δὲ αὖθις τὸν ἐριστικὸν εἰς τὸν σοφιστικὸν καὶ ἐριστικὸν διελὼν καὶ διαφορὰν ἑκατέρου ἀποδούς, νῦν μέλλων εἰπεῖν, πῶς οἱ σοφισταὶ ἐλέγχουσί τινα ψευδόμενον ἢ παράδοξα λέγοντα ἡ ἀδολεσχοῦντα ἢ σολοικίζοντα, πρῶτον τοῦτο λέγει, ὅτι ὁ διαλεκτικὸς δύναται θεωρῆσαι περὶ τῶν σοφισμάτων καὶ διακρῖναι ταῦτα καὶ ἐλέγξαι σοφίσματα ὄντα. τὸ γὰρ τάττειν τὰς προτάσεις καὶ συντιθέναι τῆς διαλεκτικῆς ἐστιν· εἰ γοῦν τοῦτο τῆς διαλεκτικῆς, λοιπὸν αὐτῆς καὶ τὸ κρίνειν τὰ σοφίσματα. ἅπασαν τοίνυν τὴν περὶ τῶν σοφιστικῶν ἐλέγχων θεωρίαν ἡ διαλεκτικὴ μέθοδος κέκτηται.