Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, XX. Διὰ τί τοῦ θέρους ὑπνωτικώτεροί ἐσμεν, εἰ ὁ ὕπνος διὰ τὴν τοῦ συμφύτου ἡμῖν θερμοῦ εἰς τὸ ἐντὸς ἀντιπερίστασιν.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-10
Not analysed yet
Εἰ ὁ ὕπνος διὰ τὴν τοῦ συμφύτου ἡμῖν θερμοῦ εἰς τὸ ἐντὸς ἀντιπερίστασιν, τοῦ δὲ θέρους ἀντιπεριέστηκε μᾶλλον τὸ θερμὸν εἰς τὸ ἐκτός, διὰ τί τοῦ θέρους ἐσμὲν ὑπνωτικώτεροι; εἴ γε ὁ ὕπνος γίνεται τῷ κατέχεσθαι ὑπὸ τῆς κατενεχθείσης ἀναθυμιάσεως ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν θώρακα τὸ σύμφυτον ἡμῖν θερμόν (ἡ γὰρ τούτου αὐτόθι συστολὴ αἰτία τῆς ἀργίας ταῖς αἰσθήσεσιν), ἥτις γίνεται κατοχὴ τοῦ θερμοῦ περὶ τὸν θώρακα, ἕως ἂν ἡ κατενεχθεῖσα ἀναθυμίασις οὖσα παχεῖα ὑπὸ τῆς κατεχομένης ὑπ’ αὐτῆς θερμότητος ἀθρόας αὐτόθι συνεσταλμένης πεφθῇ τε καὶ λεπτυνθεῖσα διακριθῇ, κατ᾿ αὐτὴν κατὰ φύσιν αἰτία τοῦ ὕπνου καὶ τοῦ ἐν τῷ χειμῶνι καὶ τοῦ ἐν τῷ θέρει γινομένου. τοῦ μὲν χειμῶνος τῷ ὑπὸ τοῦ περιέχοντος μᾶς ἀέρος ὄντος ψυχροῦ ἐπιψύχεσθαι τὴν ἐπιφάνειαν οὐχ ὁμοίως τὸ σύμφυτον ἡμῖν θερμὸν ἐπ᾿ αὐτὴν ἐπιρρεῖ τε καὶ χεῖται ἐπ᾿ αὐτῇ, ἀλλ᾿ ἔστιν ἔνδον περὶ τὸν θώρακα καὶ τὴν καρδίαν πλεῖον συνηθροισμένον (διὸ ὑπὸ τῆς καταφερομένης ἀναθυμιάσεως οὔτε ὁμοίως κρατεῖται, κρατηθέν τε τῷ πλήθει ταχέως πέσσει τε καὶ λεπτύνει τὴν κατέχουσαν ἀναθυμίασιν αὐτό· διὸ οὔτε ῥᾴδιοι οἱ τοῦ χειμῶνος ὕπνοι οὔτε πολυχρόνιοι) τοῦ δὲ θέρους διὰ τὴν τῆς ἐπιφανείας μανότητα τὴν γινομένην ὑπὸ τῆς ἐν τῷ περιέχοντι ἀέρι θερμότητος τὸ σύμφυτον ἡμῖν θερμὸν πλεῖον ἐπ᾿ αὐτὴν φερόμενον καὶ διαπνεόμενον ἔλαττόν ἐστι περί τε τὸν θώρακα καὶ τὴν καρδίαν· διὸ ὑπὸ τῆς καταφερομένης ἀναθυμιάσεως κρατούμενόν τε καὶ κατεχόμενον ῥᾳδίως, ἔτι τε μὴ δυνάμενον ὁμοίως αὐτὸ διακρίνειν τε καὶ λεπτύνειν δι᾿ ὀλιγότητα, ἐπὶ πλείονα χρόνον κρατούμενον ὑπ᾿ αὐτοῦ, αἴτιον γίνεται πλειόνων ἡμῖν ὕπνων τοῦ θέρους. ἴσως δὲ καὶ ἡ τῶν νυκτῶν βραχύτης φαντασίαν ἡμῖν παρέχει τοῦ δοκεῖν τοῦ θέρους κοιμᾶσθαι πλείω διὰ τὸ καὶ τῆς ἡμέρας ἐπιλαμβάνειν τι. εἴη δ᾿ ἂν καὶ δι᾿ ἀσθένειαν τῶν αἰσθητηρίων τὴν γινομένην ὑπὸ τῆς περιεχούσης ἡμᾶς τοῦ θέρους θερμότητος πλείων ὁ ὕπνος γινόμενος τοῦ θέρους. ηροτέρων γινομένων ὑπὸ τῆς ἔξωθεν θερμότητος αὐτῶν, καὶ διὰ τοῦτο μὴ δυναμένων ἐνεργεῖν, ἡ εἰς ὕπνον γίνεται καταφορὰ τοῦ ἐν αὐταῖς ὄντος οἰκείου τε καὶ ἐμφύτου θερμοῦ ἐξασθενοῦντος πρὸς τὴν ἐνέργειαν τῷ ὑπὸ τοῦ ἔξωθεν θερμοῦ πλείονος ὄντος κρατεῖσθαι, ὃ καὶ τὸ τῶν λύχνων φῶς ὁρῶμεν πάσχον ὑπὸ τοῦ φωτὸς τοῦ τῆς ἡμέρας.