Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, XIX. Πῶς ἡ αὐτὴ δύναμις ἅμα τῶν ἐναντίων εἶναι λέγεται.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-9
Not analysed yet
Ἡ αὐτὴ δύναμις εἶναι τῶν ἐναντίων λέγεται, οὐχ ὡς ἅμα δυναμένων καὶ τῶν ἐναντίων περὶ τὸ τὰς δυνάμεις ἔχον αὐτῶν γενέσθαι (τοῦτο γὰρ ἀδύνατον), ἀλλ᾿ ὅτι μὴ οὕτως ἔχειν τὸ τῶν ἐναντίων ἔχον τὰς δυνάμεις, ὡς πρῶτον μὲν ὀφείλειν τόδε τῶν ἐναντίων δέξασθαι, μετὰ δὲ τοῦτο τόδε. ἐν παντὶ γὰρ χρόνῳ ἐνδέχεται τὸ ἐν μηδετέρῳ ὃν τῶν ἐναντίων ἐν ὁποτερῳοῦν αὐτῶν γενέσθαι, οὐκ ἀφωρισμένως ἐν τῷδε. διὸ καὶ λέγεται ἅμα ἔχειν τὰς τῶν ἐναντίων δυνάμεις. τὸ γὰρ ἐνδέχεσθαι, ὅσον ἐπὶ τῇ φύσει τοῦ ἐναντία δεχομένου, ὅτε τὸ ἕτερον ἐν αὐτῷ γίνεται, μηδὲν ἧττον ἀντὶ τούτου τὸ ἕτερον ἐν αὐτῷ γενέσθαι, δεικτικὸν τοῦ ἅμα αὐτῶν τὰς δυνάμεις ἔχειν. παρὰ γὰρ τὰ ποιητικὰ αὐτῶν τόδε τι πρῶτον τῶν ἐναντίων ἐν τῷ ἀμφοτέρων δεκτικῷ γίνεται τῷ παρεῖναι τοῦτο, τὸ δὲ μὴ τοιαύτην σχέσιν ἐσχηκέναι πρὸς αὐτό, ἢ μετὰ ἰσχυροτέρας δυνάμεως αὐτὸ κινεῖν. εἰ γὰρ μὴ ἅμα τὰς δυνάμεις εἶχεν αὐτῶν, ἀλλ᾿ ἐν ἄλλῳ καὶ ἐν ἄλλῳ χρόνῳ, ἀδύνατον ἂν ἦν ποτε τόδε τι τῶν ἐναντίων δέξασθαι αὐτό, οὐ τῷ ἕτερον αὐτῶν ἐν αὑτῷ προλαβὸν εἶναι, ἀλλὰ καὶ μηδετέρου παρόντος καὶ παρόντος αὐτῷ τοῦ ποιητικοῦ τῷ μὴ ἔχειν τὴν δύναμιν τοῦ τότε δέ|ξασθαι αὐτό. εἰ δὲ μηδεὶς χρόνος ἐστίν, ἐν ᾧ τὸ δεκτικὸν τῶν ἐναντίων ὁμοίως κεκώλυταί τι αὐτῶν ἔχειν μόνον γὰρ τότε τὸ ἕτερον αὐτῶν κωλύεται ἐν τῷ δεκτικῷ γενέσθαι, ὅταν ὑπὸ θατέρου τὸ δεκτικὸν αὐτῶν προληφθῇ τῷ ἀδύνατον εἶναι τὰ ἐναντία συνυπάρχειν ἀλλήλοις. οὐδὲν μέντοι κεκώλυται. καθόσον ἐπὶ τῇ τοῦ δεκτικοῦ φύσει, φθεῖραν τὸ προϋπάρχον τῷ δεκτικῷ δύναμιν ἔχειν τὸ τοῦτο ποιητικὸν αὐτὸ ἐν αὐτῷ γενέσθαι. καὶ γὰρ εἴ τί ἐστι ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων, τότε δύναμιν ἔχει τοῦ μεταβάλλειν εἰς θάτερον (εἰ γὰρ μὴ ἔχοι τὸ ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων ὃν δύναμιν τοῦ μεταβάλλειν εἰς θάτερον, μένοι ἂν ἐν τῷ ἑτέρῳ ἀδύνατον ὃν εἰς τοῦτο μεταβάλλειν ἔτι), εἰ δὲ μεταβάλλει, δῆλον ὡς τῷ δύναμιν ἔχειν τοῦ δέξασθαι καὶ τὸ ἐναντίον μεταβάλλοι ἂν πᾶν εἰς αὐτό. ἀλλὰ μὴν καὶ τοῦ ὄντος ἐν αὐτῷ ἐναντίου δύναμιν ἔχει. οὐ γὰρ δὴ μὴ δυνάμενον εἶναι ἐν αὐτῷ ἐστι ἐν αὐτῷ. ὅτε τοῦ ἑτέρου τῶν ἐναντίων τὴν δύναμιν ἔχει, τότε καὶ θατέρου, ὥστε ἅμα μὲν ἀμφοτέρων· καὶ ὅτε τοῦ ἑτέρου καὶ τοῦ ἑτέρου, τότε θάτερον προειληφέναι, οὐδὲν ἧττον, ὅσον ἐπὶ τῇ τοῦ δεκτικοῦ φύσει, δεδυνημένου ἂν καὶ τούτου προειληφέναι, γίνεται τούτων ὧν δύναται, τὸ μὲν ἔχον τὸ δὲ ἕξον. |