Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, IV Ὅτι, εἰ τοῦ ἐφ’ ἡμῖν τὸ ἀντικείμενον μὴ ἐφ’ ἡμῖν, οὐδ’ αὐτὸ τὸ ἐφ’ ἡμῖν ἐφ’ ἡμῖν ἔσται.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-16
Not analysed yet
Εἰ ἐφ’ ἡμῖν ἐστι τοῦτο, οὖ τὸ ἀντικείμενον ἐφ’ ἡμῖν, τὸ οὖ τὸ ἀντικείμενον μὴ ἐφ’ ἡμῖν, ἐκεῖνο οὐκ ἐφ’ ἡμῖν. τοῦ δ’ ἐφ’ ἡμῖν τὸ ἀνἐν τικείμενον οὐκ ἐφ᾿ ἡμῖν, τῷ γὰρ ἐφ᾿ ἡμῖν τὸ οὐκ ἐφ᾿ ἡμῖν ἀντικείμενον. οὐδὲ τὸ ἐφ᾿ ἡμῖν. εἰ δὲ τὸ ἐφ᾿ ἡμῖν μὴ ἐφ᾿ ἡμῖν, οὐδέν ἐστιν ἐφ᾿ ἡμῖν. καθ᾿ ὃ ἐφ᾿ ἡμῖν ἐστιν, οὗ καὶ τὸ ἀντικείμενον ἐφ᾿ ἡμῖν, κατὰ τούτους οὐδέν ἐστιν ἐφ᾿ ἡμῖν. ἢ ψεῦδος τὸ εἰ μὴ ἐφ᾿ ἡμῖν τὸ εἶναι ἐφ᾿ ἡμῖν, οὐδέν ἐστιν ἐφ᾿ ἡμῖν. τὸ μὲν γὰρ ἐφ᾿ ἡμῖν τι εἶναι ἐν τῇ φύσει ἡμῶν καὶ τῇ οὐσίᾳ ἂν οὐκ ἐφ᾿ ἡμῖν ἐστι, ὥσπερ οὐδὲ τὸ λογικοῖς εἶναι, τὰ μέντοι πράγματα οἷς χρώμεθα κατὰ τὸ ἐφ᾿ ἡμῖν, ταῦτα ἐφ᾿ ἡμῖν. ούτων γὰρ καὶ τὰ ἀντικείμενα ἐφ᾿ ἡμῖν. τὸ μὲν γὰρ ἐφ᾿ ἡμῖν τι εἶναι οὐκ ἐφ᾿ ἡμῖν, τὸ δὲ περιπατῆσαι ἐφ᾿ ἡμῖν, ὅτι καὶ τὸ μὴ περιπατῆσαι. καὶ γὰρ ἴδιον τὸ ἀντικείμενον τοῦ ἐφ᾿ ἡμῖν οὐκ ἐφ᾿ ἡμῖν διὰ τούτου, τὸ δὲ ἐφ᾿ ἡμῖν δῆλον. ὡς οὖν τὰ ἀντικείμενα ἐφ᾿ ἡμῖν, ταῦτα καὶ αὐτὰ ἐφ᾿ ἡμῖν, ὅτι μὴ ἐφ᾿ ἡμῖν ἐν τοῖς πρακτοῖς. οὐ πρακτὸν δὲ τὸ εἶναί τι ἐφ᾿ ἡμῖν ἐν τοῖς βουλευτοῖς καὶ τοῖς ἐνδεχομένοις καὶ ἄλλως ἔχειν. οὐκ ὄντος δὲ ἐν τούτοις τοῦ εἶναί τι ἐφ᾿ ἡμῖν εἰκότως ἡ μὲν δύναμις, καθ᾿ ἥν ἐστιν ἐφ᾿ ἡμῖν, οὐκ ἐφ᾿ ἡμῖν, πρὸς ἃ δὲ χρώμεθα τῇ τοῦ ἐφ᾿ ἡμῖν τι εἶναι δυνάμει, ἐφ᾿ ἡμῖν ταῦτα, ὥσπερ καὶ ἡ μὲν χρῆσις τοῦ λόγου ἐφ᾿ ἡμῖν, οὐκ ἐφ᾿ ἡμῖν δὲ ἡ δύναμις τῆς χρήσεως.