Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, V. Περὶ τοῦ ὅτι καὶ τὸ ἐφ᾿ ἡμῖν καθ᾿ εἱμαρμένην.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-17
Not analysed yet
Τῷ ἐφ᾿ ἡμῖν τι εἶναι ἀντίκειται τὸ μηδὲν εἶναι ἐφ᾿ ἡμῖν. ἀδύνατον τὸ οὖν τῷ ἐφ᾿ ἡμῖν τι εἶναι ἀντικείμενον ἀδύνατον. ἀλλὰ μὴν ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο καθ᾿ εἱμαρμένην, εἴ γε ταῦτα καθ᾿ εἱμαρμένην γίνεται, οἷς τὰ ἀντικείμενα ἀδύνατόν ἐστιν ἢ εἶναι ἢ γενέσθαι. τὸ οὖν ἐφ᾿ ἡμῖν τι εἶναι καθ᾿ εἱμαρμένην. τῷ δὲ ἐφ᾿ ἡμῖν τι εἶναι καθ᾿ εἱμαρμένην σώζοιτο ἂν τὸ ἐφ᾿ ἡμῖν τι εἶναι κατὰ τοὺς ἅπαντα γίνεσθαι καθ᾿ εἱμαρμένην λέγοντας. ἢ οὐκ ἀληθὲς τὸ ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο εἶναι καθ᾿ εἱμαρμένην. εἰ μὲν γὰρ ταὐτὸν ἦν τὸ ἐξ ἀνάγκης τῷ καθ᾿ εἱμαρμένην, ἦν ἂν ὥσπερ τοῦ ἐξ ἀνάγκης ὁρισμὸς τὸ ᾧ τὸ ἀντικείμενον ἀδύνατον, οὕτως καὶ τοῦ καθ᾿ εἱμαρμένην. ἐπὶ πλέον δὲ τὸ ἐζ ἀνάγκης τοῦ καθ᾿ εἱμαρμένην· οὐ γὰρ πᾶν τὸ ἐξ ἀνάγκης καθ᾿ εἱμαροὐδὲ μένην. τέσσαρα γοῦν τὰ δὶς δύο ἐξ ἀνάγκης, οὐ μὴν καθ᾿ εἱμαρμένην, εἴ γε ἐν τοῖς γινομένοις τὸ καθ᾿ εἱμαρμένην, ὥστ᾿ οὐκέτ᾿ ἂν ὁρισμὸς εἴη τοῦ καθ᾿ εἱμαρμένην ὁ λόγος ὁ λέγων, οὗ τὸ ἀντικείμενον ἀδύνατον, ἀλλ᾿ ὑπάρχοι μὲν ἂν καὶ τοῦτο τοῖς καθ᾿ εἱμαρμένην, ἐπεὶ καὶ αὐτὰ ἀναγκαῖα, οὐ μὴν ὡς ἐπ᾿ ἴσης αὐτοῖς εἶναι. εἰ δὲ μὴ ἐπ᾿ ἴσης, οὐκ ἐπιστρέψει. οὐ δεῖται πάντως τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο καθ᾿ εἱμαρμένην, ἀλλὰ ἀναγκαῖον τοῦτο, οὗ γὰρ ὁρισμὸς ὁ προειρημένος λόγος. τὸ ἐφ᾿ ἡμῖν δή ἐστιν ἀναγκαῖον μέν, ὅτι πᾶν τὸ ἐν τῇ οὐσίᾳ τινὸς ὃν ἀναγκαίως αὐτῷ ὑπάρχει, οὐ μὴν καθ᾿ εἱμαρμένην. οἷς γὰρ καθ᾿ εἱρμὸν αἰτίων γινομένοις τὸ ἀντικείμενον ἀδύνατον, ταῦτα εἴη ἂν καθ᾿ εἱμαρμένην.