Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, VII. Τί ἔσται ἡ ὕλη εἰ παρὰ μὲν τῆς στερήσεως ἔχει τὸ ἄποιος εἶναι καὶ ἀσχημάτιστος, παρὰ δὲ τοῦ εἴδους τὸ πεποιῶσθαικαἱ ἐσχηματίσθαἱ.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-19
Not analysed yet
Ὕλη εἰ παρὰ μὲν τῆς στερήσεως ἔχει τὸ ἄποιος εἶναι καὶ ἀσχημάτιστος, παρὰ δὲ τοῦ εἴδους τὸ πεποιῶσθαι καὶ ἐσχηματίσθαι, τῷ αὑτῆς λόγῳ τί ἔσται; ἢ τούτων τῶν ἀποφάσεων ἐν τῇ τῆς ὕλης φύσει· κατὰ γὰρ τὸν αὐτῆς λόγον οὔτε ἄποιος οὔτε ποιά, ὡς ὁ ἄνθρωπος κατὰ τὸν αὐτοῦ λόγον οὔτε ἄμουσος οὔτε μουσικός. ὁπότερον γάρ, εἰ εἶχεν ἐν τῷ ἰδίῳ λόγῳ, οὐκ ἂν ἦν ἐν τῷ ἑτέρῳ γενόμενον. οὕτως οὖν καὶ τῇ ὕλῃ, εἴη ἂν τὸ ὕλῃ εἶναι οὐκ ἐν τῷ ποιῷ εἶναι, ἀλλ᾿ ἐν τῷ ἐπιτηδειότητα ἔχειν καὶ δύναμιν, καθ᾿ ἣν ἐστι δεκτικὴ ποιοτήτων. τὸ δ᾿ ἄποιον αὐτῇ συμβέβηκεν οὐκ ὂν αὐτῆς συμπληρωτικὸν τῆς οὐσίας, ὡς καὶ παντὶ τῷ δεκτικῷ τινὸς τὸ μὴ εἶναι τοῦτο οὗ ἐστι δεκτικόν. οὖσα δ᾿ ἐν τῷ μεθορίῳ τούτῳ εἴη ἂν καὶ ἄφθαρτος. γὰρ ἐν τῷ δύνασθαί τινα δέχεσθαι παρὰ μέρος τὸ εἶναι, τοῦτο οὔτ᾿ ἐν τῷ μὴ εἶναι ἔν τινι αὐτῶν οὔτ᾿ ἐν τῷ εἶναι ἐξίσταται τῆς οἰκείας οὐσίας. οὐ γὰρ ἀπόλλυσι τὸ δύνασθαι ἐν ἂν ᾖ που τῶν ὧν ἐδύνατο· οὐ γὰρ ὁποῖον τοῦτο ἐδύνατο. ἢ εἰ ἀπόφασίς τις ἐστιν ἐπὶ τῆς ὕλης, ὅτι ἡ ὕλη οὐκ ἔστι ποιὰ τῇ αὑτῆς φύσει, τὸ δ᾿ οὐ ποιὸν ἄποιόν ἐστι ,εἴη ἂν ἡ ὕλη τῇ αὐτῆς φύσει ἄποιος. ἢ οὐκ ἔστι ταὐτὸν εἰπεῖν ἐπ᾿ αὐτῆς οὐκ ἔστι ποιὰ τῇ αὑτῆς φύσεἰ καὶ ἔστιν οὐ ποιὰ τῇ αὑτῆς φύσει᾿ τὸ μὲν γὰρ ἔστιν οὐ ποιὰ τῇ αὑτῆς φύσει᾿ κατάφασις οὖσα ἡ ἐκ μεταθέσεως λεγομένη, ἣ ἴσον δύναται τῇ στερήσει, τὸ δ᾿ ‘οὐκ ἔστι τῇ αὑτῆς φύσει ποιά᾿ πόφασις, ἥτις οὐκέτι ἴσον τῇ στερήσει δύναται, ὅ ἐστιν ἐπὶ τῆς ὕλης ἀληθές. ἡ γὰρ ἐπιτηδειότης ἡ πρός τι μεταξὺ ἐκείνου τε καὶ τῆς στερήσεως αὐτοῦ, εἰ καὶ ὅτι μάλιστα τῷ ἐν ᾧ ἐστιν ἡ ἐπιτηδειότης ἀδύνατον εἶναι χωρὶς θατέρου. οὐ γὰρ ταὐτὸν εἴη ἐπιτηδειότης τῇ στερήσει· ἡ μὲν γὰρ ὑπομένει, ὡς προείρηται, ἡ δὲ στέρησις φθείρεται. διὸ τὸ μὲν μὴ εἶναι ποιὰν ἐν τῇ φύσει αὐτῆς, οὐκέτι δὲ καὶ τὸ ἄποιον. Ἀριστοτέλης ἐν πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν περὶ τῶν προειρημένων οὕτω λέγει· διαφέρει δέ τι ἐν τῷ κατασκευάζειν ἢ ἀνασκευάζειν τὸ ὑπολαμβάνειν ἢ ταὐτὸν ἢ ἕτερον σημαίνειν τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο, οἷον τὸ μὴ εἶναι λευκὸν τῷ εἶναι μὴ λευκόν. οὐ γὰρ ταὐτὸν σημαίνει, οὐδ᾿ ἔστιν ἀπόφασις τοῦ εἶναι λευκὸν ⟨τὸ εἶναι μὴ λευκόν, ἀλλὰ τὸ μὴ εἶναι λευκόν⟩”. ἔστι δὲ λέγειν, ὅτι εἰ καὶ ὅτι μάλιστα ἀληθὲς ἐπὶ τῆς ὕλης τὸ τῇ αὑτῆς φύσει ἄποιον αὐτὴν εἶναι, ἀλλ᾿ οὐκ ἐν τῇ αὐτῇ οὐσίᾳ αὐτῆς τοῦτο, ἀλλὰ συμβέβηκεν αὐτῇ, ὥσπερ ποτὲ καὶ τὸ ποιότητα ἔχειν, ὡς καὶ τῷ ἀνθρώπῳ καὶ τὸ ἄμουσον καὶ μουσικόν, καὶ ὁ κηρὸς δὲ ἀσχημάτιστος ὢν τῇ αὑτοῦ φύσει σχηματιζόμενος οὐ φθείρεται, ὅτι μένει τούτῳ τὸ κηρῷ εἶναι.