Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, VI. Πῶς ἀκίνητον εἴη ἂν κατὰ Ἀριστοτέλην τὸ πρῶτον κινοῦν, εἴ γε, ὡς αὐτός φσιν, ἕκαστόν ἐστιν ὧν ἐστιν ἔργον ἕνεκα τοῦ ἔργου, θεοῦ δὲ ἐνέργεια ἀθανασία, τοῦτο δέ ἐστι ζωὴ ἀίδιος, ὥστε ἀνάγκη τῷ θεῷ κίνησιν ἀίδιον ὑπάρχειν.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-18
Not analysed yet
Ἢ οὐκ ἔστιν ἐκεῖνο, ὧν ἐστιν ἔργον τι, εἴ γε ἔργον μὲν τὴν ἐνέργειαν λέγει τὴν ὡς τέλος, τῷ δὲ οὐδὲν τέλος ἐστίν. ἡ γὰρ οὐσία αὐτοῦ ἐνέργειά ἐστιν, ἀλλ᾿ οὐκ ὄν τι ἄλλο, ἔπειτα ἐνέργεια. δῆλον δὲ τοῦτο δἰ ὃ ἐπήνεγκεν ὅ ἐστιν, ἐπεὶ δὲ ὁ οὐρανὸς τοιοῦτος. σῶμα ἄρα θεῖον᾿, ἐκεῖνο γὰρ οὐ τοιοῦτον.