Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ. ΚΕΦΑΛΑΙΑ, XI. Ἐπιχείρησις ὅτι θέσει τὰ ὀνόματα.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-39
Not analysed yet
Εἰ θετικοὶ τῶν ὀνομάτων ἐσμὲν φύσει, καὶ τοῦτο παρὰ τῆς φύσεως ἔχομεν τὸ δύνασθαι ὀνομάζειν καὶ τίθεσθαι τὰ ὀνόματα τοῖς πράγμασιν, δῆλον ὡς θέσει τὰ ὀνόματα· θέσει γὰρ ἡμεῖς τιθέμεθα. οὐ γὰρ οἷόν τε τοῦ ὀνόματος ἑκάστου τῶν πραγμάτων ὑπάρχοντος φύσει ἡμᾶς ἐπ᾿ αὐτοῖς τίθεσθαι αὐτά. ὡς γὰρ ἐπιστήμης |ὄντες δεκτικοὶ φύσει οὐκ ἔχομεν τὰς ἐπιστήμας φύσει, ἀλλὰ τὸ μὲν δύνασθαι δέχεσθαι ἐπιστήμην παρ᾿ ἐκείνης ἡμῖν ἐστιν, οὐκ ἔτι μέντοι καὶ ἐπιστῆμαι παρ᾿ ἐκείνης (οὐ γὰρ ἂν ἦμεν δεκτικοὶ τῶν ἐπιστημῶν ἀλλ᾿ ἔχοντες αὐτὰς καὶ ἐπιστήμονες), οὕτω καὶ τὸ μὲν δύνασθαι τίθεσθαι καὶ τὰ ὀνόματα παρ᾿ ἐκείνης, οὐ μέντοι καὶ τὰ ὀνοματα ἔτι· οὐ γὰρ ἂν ἔθ᾿ ἡμεῖς τοῦ τίθεσθαι αὐτὰ κύριοι. οἷς γὰρ τὸ κεῖσθαι φύσει, τούτοις οὐκέτι κατὰ φύσιν τὸ ὑφ᾿ ἡμῶν τίθεσθαι. εἰ δὲ μὴ εἴη κατὰ φύσιν τοῖς πράγμασι τὸ ὑφ᾿ ἡμῶν αὐτοῖς τὰ ὀνόματα τίθεσθαι, οὐδ᾿ ἂν ἡμῖν εἴη κατὰ φύσιν τὸ τίθεσθαι τὰ ὀνόματα αὐτοῖς· οὐ γὰρ ταὐτὸν ἐστι θέσθαι ὄνομα καὶ εἰπεῖν τὸ κείμενον. ἔδει τε εἰ ἔκειτο φύσει τὰ ὀνόματα, καὶ τοὺς λέγοντας πάντας λέγειν τὰ αὐτά. ἀλλ’ εἰ φύσει τὰ ὀνόματα, δεῖ καὶ τὰ στοιχεῖα δι᾿ ὧν τάσσεται εἶναι φύσει· οὐ γὰρ ἄλλη τίς ἐστι τῆς διαφορᾶς τῶν κατὰ ἔθνη διαφερόντων ἐπὶ τῶν αὐτῶν πραγμάτων παρὰ τὴν τῶν στοιχείων τε καὶ συλλαβῶν ποιὰν σύνθεσιν. ἱκαναὶ δὲ τοῦτο συστῆσαι καὶ αἱ ὁμωνυμίαι καὶ αἱ πολυωνυμίαι καὶ μετονομασίαι.