Ancient Greek
456.2
Alexander, Dedicatio Ad Cosman 456.2
Unproofread scanNot analysed yet
πλεονάζοντα 1) χυμόν· εἰ δὲ ὀλίγη τις εἴη, ἀρξέσονται πρὸς θεραπείαν οἱ ἀποφλεγματισμοὶ καὶ τὰ μερικὰ μόνα βοηθήματα· ἐφ’ ὧν δὲ χρόνιόν ἐστι 2) τὸ πάθος, τοῖς ἰσχυροτέροις χέχρησο μᾶλλον βοηθήμασιν· ἐφ’ ὧν δὲ μὴ πρὸ πολλοῦ τινος ἡ διάθεσις αὐτῇ 3) συνέβη, τοῖς ἀσθενεστέροις τε καὶ μᾶλλον ἀπλουστέροις. ἐπειδὴ οὖν τῶν βοηθημάτων τὰ μὲν ἀπλᾶ, τὰ δὲ σύνθετα, τὴν ἀρχὴν πρῶτον ἀπὸ τῶν ἀπλουστέρων ποιησώμεθα, 4) ἐξ ὧν ἐστι τὸν εἰδότα 5) τὰς δυνάμεις αὐτῶν καὶ τὰ σύνθετα δύνασθαι ποιεῖν βοηθήματα.