Ancient Greek
456.3
Alexander, Dedicatio Ad Cosman 456.3
Unproofread scanNot analysed yet
Περὶ ἀπλῶν βοηθημάτων. Ἀλκυόνιον τοίνυν καυθὲν καὶ μετὰ παλαιοῦ ἐλαίου ἀνατριβὲν καὶ περιχρόμενον τῷ τόπῳ καλῶς ἴασται τὰς ἀλωπεκίας. καὶ πείραν τούτου πολλὴν ἔσχον ἐπὶ τῶν μὴ χρόνον ἔχόντων πολύν. ὁμοίως δὲ τούτῳ ποιεῖ καὶ ὁ φλοιὸς τοῦ χαλάμου καὶ αἱ ῥίζαι καίόμεναι καὶ τὰ πικρὰ τῶν ἀμυγδαλῶν ὅλα καίόμενα. χρησιμωτάτη 6) καὶ ἀσφοδέλου ῥίζα καὶ τὸ ἀβρότονον, αἴγος δὲ κόπρος καὶ ζῦγες αὐτῶν καυθέντες καὶ ἕξει λειωθέντες, καὶ ὁ λιβανωτὸς δὲ καλῶς λειωθείς ποιεῖ ἐπὶ πλείονας ἡμέρας· ἐπὶ δὲ ἰσχυρότερον δράσει, 7) εἴπερ ἐν ἠλίῳ λειωθεῖς 8) πᾶνυ καλῶς ἐπὶ πλείονας ἡμέρας· ἢ τὴν περισσότερων βοτάνην λειωθεῖσαν καλῶς ἐν ἕξει περιχρε προεκνιπώσας καλῶς τὸν τόπον καὶ 9) ὀδυνίῳ ἀποσμήξας· βέλτιον γὰρ οὕτω δράσει· καὶ ὁ λιβανωτὸς δὲ καὶ τῶν μυῶν ἡ κόπρος ἐξ ἵσου ἕξει λειούμενα 10) ποιεῖ φύεσθαι ταχέως τὰς τρίχας· κάλλιον δὲ προσφυλάξει 11) τὸν τόπον βαφανίσι καὶ κρομμύοις ἐγκαρσίους τιμηθεῖσι καὶ οὕτω χρήσασθαι 12) τῷ βοηθήματι.