Ancient Greek
494.1
Alexander, Dedicatio Ad Cosman 494.1
Unproofread scanNot analysed yet
Περὶ κεφαλαλγίας. εἰ χάριν τούτου συμβαίνει ἡ τῆς κεφαλῆς ὀδύνη, καθάπερ ἐπὶ τῶν αἱμορραγουόντων ¹) ἢ ἐμσύντων, οὐ χρὴ πολυπραγμονεῖν ἢ θορυβεῖσθαι ἢ προσάγειν θεραπείαν. μετὰ γὰρ τοῦ μηδέν ὠφελεῖν ²) τὰ προσφερόμενα καὶ παρεμποδεῖν τῇ φύσει ³) πολλάκις ἐργίζεται. ⁴) διὰ γὰρ ⁵) τὴν τοῦ πυρετοῦ ⁶) σφοδρότητα καὶ κακοήθειαν τοῦτο συμβαίνει, ⁷) καὶ πάντα δεῖ πράττειν, ⁸) ὥστε τὸ σφοδρὸν τοῦ πυρετοῦ πραΰνειν. ⁹) λοιπὸν δὲ καὶ τὴν πρόνοιαν τῆς κεφαλῆς ποιείσθαι διὰ ¹⁰) ῥοδίνου ¹¹) ἐμβρέχοντας, ¹²) ποτὲ μὲν καθ’ ἑαυτό, ποτὲ δὲ μετὰ τινων τῶν ἐμψυχόντων, ¹³) οἷον ἐρπύλλου ἢ κιτσοῦ ¹⁴) ἢ ῥόδων ¹⁵) ἢ ἀειζῶου. εἰ δ’ ἀγρυπνία προστείη, καὶ τοῦ διὰ χαμαιμήλου ¹⁶) ἀποζέματος ¹⁷) καὶ κωδειῶν καὶ κιτσοῦ ¹⁸) καταβρεχεσθῶσαν καὶ τοῖς ὑπνωτικοῖς καταχριέσθωσαν τὸ μέτωπον ¹⁹) ἢ τῷ χυλῷ τῆς θριδακίνης ἢ τῷ τριγώνῳ ἢ τῷ κροκώδει καὶ ἀπλῶς ἢ σύμπασα παρηγορικὴ καὶ ἐμψύχουσα καὶ ὕπνον ἐμποιοῦσα γινέσθω ²⁰) προσφορά.