Ancient Greek
494.3
Alexander, Dedicatio Ad Cosman 494.3
Unproofread scanNot analysed yet
Περὶ τῆς ἐξ οἴνου κεφαλαλγίας. Εὐιάτος δὲ καὶ ἡ ἀπ’ οἴνου ²¹) γίνεται κεφαλαλγία· χρὴ γὰρ εὐθὺς μαυνάνοντας τὴν αἰτίαν πρὸ γε πάντων αὐτούς ²²) εἴργειν οἴνου καὶ τοῖς ἐμψύχουσί τε καὶ ἀποκρούειν ²³) δυναμένοις τοὺς ἀτμοὺς κεχρήσθαι· τοιούτον δ’ ἐστὶ τὸ ἄριστον ῥόδινον ἢ καθ’ ἑαυτὸ ἢ μετ’ ὄξους ἢ χυλοῦ κιτσοῦ ἢ κράμβης. τὰ γὰρ τοιαῦτα οὐ μόνον ὑποξηραίνει, ἀλλὰ καὶ ἀντιπάθειάν τινα πρὸς τὴν τοῦ οἴνου κέκτηνται δύναμιν. ²⁴) ὅθεν καὶ αὐτὰ τὰ φύλλα τῆς κράμβης περιτιθέμενα ²⁵) τῇ κεφαλῇ καλῶς ποιεῖ. χρὴ δ’ αὐτὰ προβρέχειν θερμῷ καὶ οὕτως ἐπιδεσμεῖν. δεῖ δὲ καὶ ἀεὶ ἐσθίειν αὐτὴν τὴν κράμβην ἀπόζεσθείσαν, ἀλλὰ καὶ ἡ φακὴ δὲ τούτοις ὠφελεῖ ²⁶) καὶ μάλιστα τοῖς ἔχουσιν ὑγροτέραν τὴν γαστέρα· καὶ τῶν βρωτῶν δὲ οἱ κόκκοι ὠφελούσιν αὐτοὺς ἐπάνω τῆς τροφῆς ἐσθιόμενοι, καὶ τὰ μῆλα ὡσαύτως καὶ τῶν ἀπίων